Τρίτη 23 Μαΐου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓ. ΠΑΝΤΩΝ (Εσπερινός)

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ
ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

ΤΩ ΣΑΒΒΑΤΩ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος πλ. δ'
σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.
 ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Δόξα... Ἦχος πλ. β'
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ Δογματικὸν  Ἦχος πλ. δ'
Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τό, Φῶς ἱλαρόν, καὶ τὸ Προκείμενον

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος πλ. δ'
νῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Τῆς Θεοτόκου Προσόμοια γ'
Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαῖρε, Θεοτόκε πάνσεμνε, χαῖρε πηγὴ τὴν ζωήν, τοῖς πιστοῖς ἡ πηγάζουσα, χαῖρε πάντων Δέσποινα, καὶ Κυρία τῆς κτίσεως, εὐλογημένη, χαῖρε πανάμωμε, δεδοξασμένη, χαῖρε πανάχραντε, χαῖρε παλάτιον, χαῖρε θεῖον σκήνωμα, χαῖρε ἁγνή, χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Χαῖρε, Θεομῆτορ ἄχραντε, χαῖρε, πιστῶν ἡ ἐλπίς, χαῖρε, κόσμου καθάρσιον, χαῖρε, πάσης θλίψεως, ῥυομένη τοὺς δούλους σου, ἡ τῶν ἀνθρώπων, χαῖρε, παράκλησις, ἡ ζωηφόρος, χαῖρε, ἀντίληψις, χαῖρε, προπύργιον, τῶν προσκαλουμένων σε, χαῖρε, Θεοῦ, θεῖον ἐνδιαίτημα, καὶ ὄρος ἅγιον.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαῖρε, Θεοτόκε Δέσποινα, χαῖρε, ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις, χαῖρε, καταφύγιον, καὶ λυχνία ἀείφωτος, ἠγλαϊσμένον, χαῖρε, λαμπάδιον, ἡγιασμένον, χαῖρε, παλάτιον χαῖρε, Παράδεισε, χαῖρε, θεῖον σκήνωμα, χαῖρε, πηγή, βρύουσα τὰ νάματα, τῶν προστρεχόντων σοι.
Δόξα... Ἦχος πλ. β'
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον  Ὁ αὐτὸς
 ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. δ'
ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα... Τῶν Ἁγίων  Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον  Ὁ αὐτὸς
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, καὶ τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ς', καὶ τῶν Ἁγίων δ'.
Στιχηρὰ Ἀναστάσιμα 
Ἦχος πλ. δ'
σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν· ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς, Ἀναστάσεως.

Στιχηρὰ Ἀνατολικὰ
 ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος. 

Ἔτερα τῶν Ἁγίων Πάντων
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Οἱ πνευματορρήτορες, οἱ Μαθηταὶ τοῦ Σωτῆρος, τοῦ Πνεύματος ὄργανα, πίστει χρηματίσαντες, διεσπάρησαν, εἰς τὰ γῆς πέρατα, τὸ σεπτὸν κήρυγμα, ὀρθοδόξως κατασπείροντες, ἐξ ὧν ἐβλάστησαν, θείᾳ γεωργίᾳ καὶ χάριτι Μαρτύρων τὰ στρατεύματα, πάθος τὸ σεπτὸν εἰκονίζοντες, διὰ πολυτρόπων, στρεβλώσεων μαστίγων καὶ πυρός, καὶ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πυρὶ ἐκκαιόμενοι, τῆς τοῦ Κυρίου ἀγάπης, πυρὸς κατεφρόνησαν, καὶ ὡς θεῖοι ἄνθρακες ἀναπτόμενοι, οἱ σεπτοὶ Μάρτυρες, ἐν Χριστῷ ἔφλεξαν, φρυγανῶδες πλάνης φρύαγμα, θηρῶν δὲ ἔφραξαν, στόματα, σοφαῖς ἐπικλήσεσι, καὶ κάρας ἐκτεμνόμενοι, ἔτεμον ἐχθροῦ πάσας φάλαγγας, καὶ τοὺς τῶν αἱμάτων, προχέοντες κρουνοὺς καρτερικῶς, τὴν Ἐκκλησίαν κατήρδευσαν, πίστει ἀναθάλλουσαν. 
Θηρσὶ προσπαλαίοντες, τυμπανιζόμενοι ξίφει, ὄνυξι ξεόμενοι, χεῖρας ἀφαιρούμενοι, καὶ στρεβλούμενοι, οἱ στερροὶ μάρτυρες, καὶ πυρὶ ἐνύλῳ, ἀνενδότως φλογιζόμενοι, καὶ ἐκκεντούμενοι, καὶ τὰς ἁρμονίας τεμνόμενοι, ὑπέφερον στερρότατα, λήξιν προορῶντες τὴν μέλλουσαν, καὶ τοὺς ἀκηράτους, στεφάνους, καὶ τὴν δόξαν τοῦ Χριστοῦ, ᾧ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ν πᾶσι τοῖς πέρασι, τοὺς ἐναθλήσαντας πίστει, Ἀποστόλους, Μάρτυρας, ἱερεῖς θεόφρονας, σεμνὰ Γύναια, ἱερὸν ἄθροισμα, ἱεροῖς ᾄσμασι, κατὰ χρέος εὐφημήσωμεν, ὅτι συνήφθησαν, τοῖς ἐπουρανίοις οἱ γήϊνοι, καὶ πάθει τὴν ἀπάθειαν, χάριτι Χριστοῦ ἐκομίσαντο, καὶ νῦν ὡς ἀστέρες, στερροὶ περιαυγάζοντες ἡμᾶς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
 Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τό, Φῶς ἱλαρόν...

Προκείμενον τῆς ἡμέρας
 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσαται.

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν
Ψάλλομεν τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς, εἶτα τὰ παρόντα Ἰδιόμελα τῶν Ἁγίων Πάντων.
Ἦχος α'
Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 
Δεῦτε πάντες οἱ πιστοί, τῶν Ἁγίων πάντων, ἐν ψαλμοῖς καὶ τὴν πανένδοξον μνήμην, ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, τὸν Βαπτιστὴν τοῦ Σωτῆρος, Ἀποστόλους, Προφήτας, καὶ Μάρτυρας, Ἱεράρχας, Διδασκάλους τε καὶ Ὁσίους, Ἀσκητὰς καὶ Δικαίους, καὶ τῶν ἁγίων Γυναικῶν τὸ φιλόθεον σύστημα, σεβασμίως μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· Ὑπεράγαθε Χριστέ, ὁ Θεὸς ἡμῶν, ταῖς αὐτῶν πρεσβείαις παράσχου εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δεῦτε ἅπαντες, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· ἰδοὺ γὰρ παραγέγονε, πλουτοποιὰ ἡμῖν χαρίσματα κομίζουσα· διὸ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ καθαρῷ συνειδότι, ἀναβοήσωμεν λέγοντες· Χαίρετε Προφητῶν ὁ σύλλογος, οἱ τὴν ἔλευσιν Χριστοῦ τῷ κόσμῳ κηρύξαντες, καὶ τὰ πόρρω ἐγγὺς προβλέποντες. Χαίρετε Ἀποστόλων ὁ χορός, οἱ τῶν ἐθνῶν σαγηνευταί, καὶ ἁλιεῖς τῶν ἀνθρώπων. Χαίρετε Μαρτύρων ὁ δῆμος, οἱ ἐκ περάτων γῆς συναθροισθέντες εἰς μίαν πίστιν, καὶ ὑπὲρ ταύτης βασάνων αἰκισμοὺς ὑπομείναντες, καὶ τελείως τὸν τῆς ἀθλήσεως στέφανον εἰληφότες. Χαίρετε Πατέρων ὁ μελισσών, οἱ τὰ ἑαυτῶν σώματα τῇ ἀσκήσει κατατήξαντες, καὶ νεκρώσαντες τὰ πάθη τῆς σαρκός, τὸν νοῦν θείῳ ἔρωτι ἐπτερώσατε, εἰς οὐρανοὺς ἐνέπτητε, καὶ σὺν Ἀγγέλοις εὐφραινόμενοι, ἀπολαύετε τῶν αἰωνίων ἀγαθῶν. Ἀλλ' ὦ Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες σὺν Ἀσκηταῖς, τὸν ὑμᾶς στεφανώσαντα, ἐκτενῶς δυσωπεῖτε, τοῦ λυτρωθῆναι ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τοὺς ἐν πίστει, καὶ πὀθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.
Δόξα... Ἦχος πλ. α'
Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί· προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ μυστικός, ἐξ ἡδέων ἐδεσμάτων εὐφροσύνης πλήρης, αἱ τῶν Μαρτύρων ἀρεταί· οὗτοι γὰρ οἱ καρτερόψυχοι, ἐκ τῶν περάτων τῆς γῆς, τῶν τοῦ σώματος ἄκρων, ἑτεροπόνους αἰκισμούς, τῷ Θεῷ προσήνεγκαν, θυσίαν λογικήν, πᾶσαν ἀκμήν ἡλικίας, οἱ μὲν τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἕτεροι δὲ χειρῶν διαιρέσεις, καὶ πάσης ἁρμονίας ἅμα, πάντες οἱ Ἅγιοι τῶν τοῦ Χριστοῦ παθημάτων κοινωνοὶ γεγόνασιν. Ἀλλ' ὦ στεφάνους αὐτοῖς ἀμοιβὰς βασάνων δεδωκώς, Κύριε, κατ' ἴχνος τούτων πολιτεύεσθαι ἀξίωσον ἡμᾶς, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου, Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων, οὓς ἔπλασε κατ΄ εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ. Διὸ πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἀναστάσιμα 
Ἦχος πλ. δ'
νῆλθες ἐπὶ σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.
Τὰ κατ' Ἀλφάβητον
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν· ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ Ἅδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
 Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα... Ἦχος πλ. β'
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον  Ὁ αὐτὸς
 ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. δ'
ξ ὕψους κατῆλθες εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. ζωὴ καὶ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι .
Δόξα... Τῶν Ἁγίων  Ἦχος δ'
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον  αὐτὸς

Τ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου