ΙΕΡΕΥΣ
Εὐλογημένη
ἡ
Βασιλεία τοῦ Πατρὸς
καί τοῦ Υἱοῦ
καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεί
τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Ὁ Ἱερεὺς κρατῶν τό τρίκηρον
ἀνημμένον καί θυμιατό, θυμιᾷ πρό τῆς ἁγίας Τραπέζης
ψάλλων τό:
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)
Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. Καί εἰς μέν τόν α΄ στίχον «Ἀναστήτω ὁ Θεός...» ἵσταται ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, εἰς δέ τόν β΄
στίχον «Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν...» εἰς τό δεξιόν
μέρος αὐτῆς, εἰς τόν γ΄ στίχον «Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ...» εἰς τό ἀπέναντι μέρος τῆς ἁγίας Τραπέζης, εἰς το δ΄
στίχον «Αὕτη ἡ ἡμέρα...» εἰς τό ἀριστερόν μέρος αὐτῆς, εἰς τό Δόξα Πατρί, ἀπέναντι τῆς ἁγίας
Προθέσεως καί εἰς τό Καί νῦν αὖθις ἵσταται πρό τῆς ἁγίας Τραπέζης, ὅτε συμπληροῦται τό ἔνατον «Χριστὸς ἀνέστη». Μετ᾿ αὐτό τό δέκατον ψάλλει ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, μέχρι τοῦ «θανάτω θάνατον πατήσας». Ψαλλόντων δέ
τῶν χορῶν «καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος», θυμιᾷ τήν ἁγίαν
Τράπεζαν, τό εἰκονοστάσι καί τόν λαόν. Καί ἄρχεται ἡ Θεία Λειτουργία τοῦ Ἰωάννου τοῦ Χρυσοστόμου.
Στίχος α' Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Δόξα...
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Καὶ νύν...
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἶτα ὁ Ἱερεύς, γεγονωτέρα φωνὴ
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας...
ΧΟΡΟΣ: Καὶ
τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον α'
Ἦχος πλ. α'
Στίχος: Ἀλαλάξατε τῶ Κυρίω πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
Σῶτερ, σῶσον ἡμᾶς.
Στίχος: Ψάλατε δὴ τῶ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
Σῶτερ, σῶσον ἡμᾶς.
Στίχος: Εἴπατε τῶ
Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα
σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί
σου.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον
ἡμᾶς.
Στίχος: Πᾶσα ἡ γῆ
προσκυνησάτωσάν σοὶ καὶ ψαλάτωσάν σοί, ψαλάτωσαν δὴ τῶ ὀνόματι
σου Ὕψιστε.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον
ἡμᾶς.
Δόξα... Καὶ νύν...
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον
ἡμᾶς.
Ἀντίφωνον β'
Ἦχος πλ. α'
Στίχος: Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.
Σῶσον
ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοί. Ἀλληλούϊα.
Στίχος: Τοῦ γνῶναι ἐν τῇ γῆ τὴν ὁδόν σου, ἐν πάσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον
ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοί. Ἀλληλούϊα.
Στίχος:Ἐξομολογησάσθωσάν σοὶ λαοί, ὁ Θεός, ἐξομολογη-σάσθωσάν σοὶ λαοὶ πάντες.
Σῶσον
ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοί. Ἀλληλούϊα.
Στίχος: Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον
ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοί. Ἀλληλούϊα.
Δόξα... Καὶ νύν...
Ὁ
Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος
ὑπάρχων
καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν
σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς
τε, Χριστὲ ὁ Θεός, θανάτω θάνατον πατήσας,
εἰς ὤν της Ἁγίας Τριάδος,
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ
Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχος: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος: Αὐτὴ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἰσοδικὸν
Ἐν
Ἐκκλησίαις
εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Σῶσον
ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς
σοί. Ἀλληλούϊα.
Εἶτα τὸ
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἡ Ὑπακοὴ Ἦχος δ'
Προλαβοῦσαι
τὸν ὄρθρον αἱ περὶ Μαριάμ,
καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος,
ἤκουον
ἐκ
τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα,
μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια
σπάργανα, δράμετε, καὶ τῶ κόσμω
κηρύξατε, ὡς ἡγέρθη
ὁ Κύριος,
θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει
Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Κοντάκιον Ἦχος πλ. δ'
Εἰ
καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου
καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης
ὡς
νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε,
καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος
ὁ
τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε,
Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Εις τό
Εξαιρέτως:
Ὁ Ἄγγελος ἐβόα τὴ
κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Κοινωνικὸν
Σῶμα
Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου
γεύσασθε. Ἀλληλούϊα.
Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν» λέγεται τό:
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀντὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου» λέγεται τό:
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (γ΄ χῦμα)
Ἀπόλυσις:
Γίνεται διαλογική Ὡς ἀκολούθως:
ΔΙΑΚΟΝΟΣ
Του Κυρίου δεηθῶμεν
ΙΕΡΕΥΣ
Εὐλογία
Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι
ἐφ'
ἡμᾶς,
τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ:
Δόξα σοι Χριστὲ ὁ
Θεός, ἡ ἐλπὶς
ἡμῶν, δόξα
σοι.
ΧΟΡΟΣ
Δόξα
Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν
καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κύριε,
ἐλέησον(γ΄)
Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ
Ὁ
ἀναστὰς ἐκ
νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ
παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει τοῦ
τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν
τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις
τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ
Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων
καὶ πανευφήμων Ἀποστόλων,
τοῦ ἁγίου ἐνδόξου καὶ
πανευφήμου Ἀποστόλου Βαρνάβα - ἱδρυτοῦ
καὶ προστάτου τῆς Ἁγιωτάτης
Ἐκκλησίας
τῆς Κύπρου, τοῦ ἐν ἁγίοις
πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
τοῦ Χρυσοστόμου,
τῶν ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
(τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, καὶ
πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ῆμᾶς,
ὡς ἀγαθός
καὶ φιλάνθρωπος.
Ο ΛΑΟΣ: Ἀληθῶς ἀνέστη!
(τρίς)
ΙΕΡΕΥΣ: Δόξα τῇ Ἁγίᾳ Αὐτοῦ
τριημέρῳ ἐγέρσει.
Ο ΛΑΟΣ: Προσκυνοῦμεν Αὐτοῦ
τήν τριήμερον ἔγερσιν.
Καί ὁ Ἱερεὺς κατακλείει διά τοῦ
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ο ΛΑΟΣ:
Ἀληθῶς ἀνέστη
ὁ Κύριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου