ΤΗ ΤΕΤΑΡΤΗ
ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
Π Ρ Ω Ϊ
Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)
Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους.
Στίχος α' Ἀναστήτω ὁ
Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Δόξα...
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Καὶ νύν...
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Εἶτα ὁ Ἱερεύς, γεγονωτέρα φωνὴ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον
πατήσας...
ΧΟΡΟΣ: Καὶ
τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Ὠδὴ α' Ἦχος α' εἱρμὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα
Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ
γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,
ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Καθαρθῶμεν
τὰς αἰσθήσεις, καὶ ὀψόμεθα,
τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα,
τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως
εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω,
ἑορταζέτω
δὲ κόσμος, ὁρατός τε ἅπας
καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται,
εὐφροσύνη αἰώνιος.
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα
Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ
γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,
ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
σὸν τὸ κράτος καί σοῦ ἐστιν
ἡ
βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ὠδὴ γ' Ὁ εἱρμὸς
Δεῦτε
πόμα πίωμεν καινόν, οὐκ ἐκ
πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ'
ἀφθαρσίας
πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ
στερεούμεθᾳ.
Νὺν
πάντα πεπλήρωται φωτός, οὐρανός
τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω
γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ἢ ἐστερέωται.
Χθὲς
συνεθαπτόμην σοὶ Χριστὲ συνεγείρομαι
σήμερον ἀναστάντι σοί,
συνεσταυρούμην σοὶ χθὲς αὐτὸς
μὲ συνδόξασον Σωτήρ, ἐν τῇ
βασιλεία σου.
Καταβασία
Δεῦτε
πόμα πίωμεν καινόν, οὐκ ἐκ
πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ'
ἀφθαρσίας
πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ
στερεούμεθᾳ.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ἡ Ὑπακοὴ Ἦχος δ'
Προλαβοῦσαι
τὸν ὄρθρον αἱ περὶ Μαριάμ,
καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος,
ἤκουον
ἐκ
τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα,
μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια
σπάργανα, δράμετε, καὶ τῶ κόσμω
κηρύξατε, ὡς ἡγέρθη
ὁ Κύριος,
θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει
Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Καὶ ἀνάγνωσις εἰς τὸν θεολόγον
Ὠδὴ δ' Ὁ εἱρμὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος
Ἀββακούμ,
στήτω μεθ' ἡμῶν καὶ
δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως
λέγοντα, Σήμερον σωτηρία
τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ἄρσεν μέν, ὡς διανοίξαν,
τὴν παρθενεύουσαν νηδύν, πέφηνε
Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς
προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος
κηλῖδος, τὸ ἡμέτερον
Πάσχα, καὶ ὡς Θεὸς ἀληθής,
τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος
χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ
καθαρτήριον, καὶ αὖθις ἐκ
τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν
ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυϊδ, πρὸ τῆς σκιώδους
κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς
δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων
ἔκβασιν,
ὁρῶντες,
εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος
Ἀββακούμ,
στήτω μεθ' ἡμῶν καὶ
δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως
λέγοντα, Σήμερον σωτηρία
τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
ἀγαθὸς
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ὠδὴ ε' Ὁ εἱρμὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ
μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη,
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν
σου εὐσπλαγχνίαν, οἱ ταὶς
τοῦ Ἄδου σειραίς, συνεχόμενοι δεδορκότες,
πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω
ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν
λαμπαδηφόροι, τῶ προϊόντι Χριστῷ ἐκ
τοῦ μνήματος, ὡς νυμφίω, καὶ
συνεορτάσωμεν ταὶς φιλεόρτοις τάξεσι,
Πάσχα Θεοῦ τὸ σωτήριον.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ
μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη,
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
ἡγίασται
καὶ δεδόξασταί τό πάντιμον καί μεγαλοπρεπές ὄνομα
σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ὠδὴ ς' Ὁ εἱρμὸς
Κατῆλθες
ἐν
τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοῦς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ, καὶ
τριήμερος ὡς ἐκ κήτους
Ἰωνάς,
ἐξανέστης
τοῦ τάφου.
Φυλάξας
τὰ σήμαντρα σώα Χριστέ, ἐξηγέρθης
τοῦ τάφου, ὁ τὰς κλεὶς τῆς Παρθένου μὴ λυμηνάμενος
ἐν
τῷ τόκω σου, καὶ ἀνέωξας
ἡμῖν,
Παραδείσου τὰς πύλας.
Σώτέρ
μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον,
ὡς
Θεός, σεαυτὸν ἑκουσίως,
προσαγαγῶν τῶ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ,
ἀναστὰς ἐκ
τοῦ τάφου.
Καταβασία
Κατῆλθες
ἐν
τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοῦς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ,
καὶ τριήμερος ὡς ἐκ κήτους
Ἰωνάς,
ἐξανέστης
τοῦ τάφου.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Σὺ γὰρ
εἰ ὁ Βασιλεύς τῆς εἰρήνης
καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Κοντάκιον Ἦχος πλ. δ'
Εἰ
καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου
καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης
ὡς
νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε,
καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος
ὁ
τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν
πρὸ ἠλίου Ἥλιον, δύναντα ποτὲ ἐν
τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι
ὡς ἡμέραν,
Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας
ἐβόων,
Ὦ φίλαι,
δεῦτε τοὶς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα
ζωηφόρον καὶ τεθαμμένον, σάρκα
ἀνιστώσαν
τὸν παραπεσόντα Ἀδὰμ
κείμενον ἐν τῷ μνήματι,
ἄγωμεν,
σπεύσωμεν, ὥσπερ οἱ Μάγοι,
καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν
τὰ μύρα ὡς δῶρα τῶ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν
σινδόνι ἐνειλημένω, καὶ κλαύσωμεν,
καὶ κράξωμεν, Ὧ Δέσποτα ἐξεγέρθητι,
ὁ
τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀνάστασιν Χριστοῦ
θεασάμενοι, προσκυνήσωμεν
Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν
Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν,
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν
καὶ δοξάζομεν, Σὺ γὰρ εἶ
Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά
σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ
πιστοί, προσκυνήσωμεν τὴν τοῦ
Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε
διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω
τῶ κόσμω, Διὰ παντὸς εὐλογοῦντες
τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν
αὐτοῦ, Σταυρὸν γὰρ ὑπομεῖνας
δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.
(γ')
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
(γ')
Ὠδὴ ζ' Ὁ εἱρμὸς
Ὁ Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει
ὡς
θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει
εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες
μετὰ μύρων θεόφρονες, ὀπίσω
σου ἕδραμον, ὃν δὲ ὡς
θνητόν, μετὰ δακρύων ἐζήτουν,
προσεκύνησαν χαίρουσαι ζώντα Θεόν,
καὶ Πάσχα τὸ μυστικὸν σοὶς Χριστὲ
Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου
ἑορτάζομεν
νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν,
ἄλλης
βιοτής, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν
τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν
τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος,
νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου
ἡμέρας,
τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ἢ τὸ ἄχρονον
φῶς, ἐκ τάφου σωματικῶς πάσιν ἐπέλαμψεν.
Καταβασία
Ὁ Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει
ὡς
θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει
εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον.
[καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Εἴη
τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον
καὶ δεδοξασμένον, τοῦ Πατρός,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ὠδὴ η' Ὁ εἱρμὸς
Αὕτη
ἡ
κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ
κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων,
ἐνὴ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε
τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας
εὐφροσύνης, ἐν τῇ εὐσήμω ἡμέρα τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ
κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν,
ὡς
Θεόν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε,
ἰδοὺ γὰρ ἥκασί
σοί, θεοφεγγεῖς ὡς φωστῆρες,
ἐκ
δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἐῶ ἂς
τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ
παντοκράτορ, καὶ Λόγε, καὶ
Πνεῦμα, τρισὶν ἐνιζομένη,
ἐν ὑποστάσεσι
φύσις, ὑπερούσιε καὶ ὑπέρθεε
εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Αὕτη
ἡ
κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς
καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων,
ἐνὴ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς ἀνέστη... γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ:
Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
ηὐλόγηταί σου τὸ ὄνομα, καὶ
δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς
καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες
μεγαλύνωμεν.
Ὠδὴ θ' Ὁ εἱρμὸς
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Μεγάλυνον ψυχή μου τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου,
Χριστὸν τὸν ζωοδότην.
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.
Ὧ θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς,
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος
Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα.
Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.
Ὧ θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς,
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος
Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα.
Δόξα...
Μεγάλυνον,
ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.
Ὧ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον
Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις,
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν
τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.
Καὶ νύν...
Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε
δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Ὧ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον
Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις,
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν
τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.
Καταβασία
Ὁ Ἄγγελος ἐβόα τὴ
κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Χριστὸς ἀνέστη...
γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν
ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον.
[καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς,
ὁ
Θεός, τῇ Σῇ χάριτι.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς],
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπουμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ἐξαποστειλάριον αὐτόμελον
Ἦχος β'
Σαρκὶ ὑπνώσας
ὡς
θνητός, ὁ Βασιλεὺς καὶ Κύριος,
τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας
ἐκ
φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα
τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
(γ΄)
Εἰς τοὺς Αἴ ν ο υ ς
Ἱστῶμεν Στὶχ. η', καὶ ψάλλομεν Στιχηρά, Ἀναστάσιμα τῆς Ὀκτωήχου δ', καὶ τοῦ Πάσχα δ'.
Ἦχος α'
Στίχος α΄. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὑμνούμέν σου Χριστέ, τὸ σωτήριον
Πάθος, καὶ δοξάζομέν
σου τὴν Ἀνάστασιν.
Στίχος β΄. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος,
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.
Ὁ Σταυρὸν ὑπομεῖνας,
καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ
τῶν νεκρῶν, εἰρήνευσον
ἡμῶν
τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.
Στίχος γ΄. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω.
Ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον
ἀναστήσας,
τὴ ἀναστάσει σου, Χριστέ, ἀξίωσον
ἡμᾶς,
ἐν
καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.
Στίχος δ΄. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὴν
θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνούμέν
σε, Χριστέ, Ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος
ὑπῆρχες
τῶ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως
ὑπέμεινας
σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα
σώσης τὸν κόσμον, Κύριε, δόξα σοί.
Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.
Ἦχος πλ. α'
Στίχος: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα
ἱερὸν ἡμῖν
σήμερον ἀναδέδεικται, Πάσχα
καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα
πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ
λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα
τῶν πιστῶν, Πάσχα, τὸ πύλας
ἡμῖν
τοῦ Παραδείσου ἀνοίξαν,
Πάσχα, πάντας ἁγιάζον
πιστούς.
Στίχος: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε
ἀπὸ θέας
Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν
εἴπατε, Δέχου παρ ἡμῶν
χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως
Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν, θεασαμένη
ἐκ
τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ
Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι
πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν
λίθον καθήμενον, καὶ αὐτὸς
προσφθεγξάμενος, αὐταῖς οὕτως
ἔλεγε.
Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
τὶ θρηνεῖτε τὸν ἄφθαρτον
ὡς ἐν
φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ
Μαθηταῖς.
Στίχος: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα
τὸ τερπνόν, Πάσχα Κυρίου,
Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε,
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα
λύτρον λύπης, καὶ γὰρ ἐκ
τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας
Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων,
Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νύν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ
πανηγύρει, καὶ ἀλλήλους
περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί,
καὶ τοὶς μισοῦσιν ἡμᾶς,
Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν,
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Τοῦτο ψάλλομεν πολλάκις, ἄχρις ἂν ἀσπάσωνται οἱ Ἀδελφοὶ ἀλλήλους ὁ δὲ Ἀσπασμὸς γίνεται οὕτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου