ΤΗ ΤΡΙΤΗ ΤΗΣ
ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
Ε Σ Π Ε Ρ Α Σ
(ΑΠΟΔΟΣΙΣ ΤΗΣ
ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ)
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχ. Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Ἦχος α'
Τὰς ἑσπερινὰς ἡμῶν
εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ
παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι
μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Κυκλώσατε
λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν,
καὶ δότε δόξαν ἐν αὐτῇ τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός
ἐστιν
ὁ
Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ
τῶν ἀνομιῶν ἡμῶν.
Δεῦτε
λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν,
δοξάζοντες αὐτοῦ τὴν ἐκ
νεκρῶν Ἀνάστασιν· ὅτι αὐτός ἐστιν
ὁ
Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν
κόσμον λυτρωσάμενος.
Ἀνατολικὰ
Εὐφράνθητε
οὐρανοί, σαλπίσατε τὰ θεμέλια
τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην·
ἰδοὺ γὰρ ὁ Ἐμμανουήλ,
τὰς ἁμαρτίας ἡμῶν τῷ Σταυρῷ προσήλωσε, καὶ
ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε τὸν Ἀδὰμ ἀναστήσας
ὡς
φιλάνθρωπος.
Τὸν
σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς,
παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα
ἐκ
νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ
τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον
τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Τῷ
ζωοδόχῳ σου τάφῳ, παρεστῶτες
οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν
τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ
Θεὸς ἡμῶν, ὅτι Σταυρὸν κατεδέξω καὶ θάνατον
ἀναμάρτητε,
ἵνα
τῷ κόσμῳ δωρήσῃ τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
Δόξα...
Τὸν
τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον,
τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα
ἀφράστως,
καὶ Σταυρὸν καὶ θάνατον
δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον καὶ ἀναστάντα
ἐν
δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα
Κύριε δόξα σοι, ὁ Σωτὴρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν
παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν καὶ τὸν Δεσπότην
τεκοῦσαν, τὴν ἐπουράνιον
πύλην ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον,
τῶν Ἀσωμάτων τὸ ἆσμα καὶ τῶν πιστῶν
τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανὸς καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον
τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε,
καὶ τὸ βασίλειον ἠνέῳξε, Ταύτην
οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον
ἔχομεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω
τοίνυν, θαρσείτω λαὸς τοῦ
Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς,
ὡς
παντοδύναμος.
Τὸ' Ἀναστάσιμον Στιχηρὸν τῆς Ὀκτωήχου
Ἦχος α'
Τῷ Πάθει
σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει
σου ἐκ φθορᾶς ἐλυτρώθημεν,
Κύριε δόξα σοι.
Ἦχος πλ. α'
Στίχ: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα
ἱερὸν ἡμῖν
σήμερον ἀναδέδεικται, Πάσχα
καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα
πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ
λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα
τῶν πιστῶν, Πάσχα, τὸ πύλας
ἡμῖν
τοῦ Παραδείσου ἀνοίξαν,
Πάσχα, πάντας ἁγιάζον
πιστούς.
Στίχ: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε
ἀπὸ θέας
Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν
εἴπατε, Δέχου παρ ἡμῶν
χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως
Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν, θεασαμένη
ἐκ
τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ
Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι
πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν
λίθον καθήμενον, καὶ αὐτὸς
προσφθεγξάμενος, αὐταῖς οὕτως
ἔλεγε.
Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
τὶ θρηνεῖτε τὸν ἄφθαρτον
ὡς ἐν
φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ
Μαθηταῖς.
Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νύν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου