ΤΗ ΤΕΤΑΡΤΗ
ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου Ἀναστάσιμα
Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
Τὸν
Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν
ὕμνοις
τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν
αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε
νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός,
σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν
Διαβόλου, καὶ τοῖς ἐν Ἅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε,
νεκρὸς προσηγορεύθης ὁ νεκρώσας
τὸν θάνατον, ἐν μνήματι ἐτέθης,
ὁ
κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν
τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ'
αἰῶνος νεκρούς ἐξανέστησας,
Παντοδύναμε καὶ ἀκατάληπτε,
Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε
ἅγιον
ὄρος
καὶ θεοβάδιστον, Χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε,
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα
θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε
Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν
τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Τυφλοῦ
Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
Τῷ
Πατρὶ καὶ τῷ Πνεύματι ὁ συνάναρχος, ὁ τὸ φῶς ὡς
χιτῶνα περιβαλλόμενος, φιλανθρώπως
τὴν ἡμῶν φύσιν ἐνδέδυται, καὶ τὰς νόσους
τῶν βροτῶν, ἀπελαύνων
ὡς
Θεός, ἐφώτισε καὶ τὰς κόρας,
τοῦ ἐκ νηδύος μητρῴας, ἐστερημένου
φωτός.
Κανὼν τοῦ Πάσχα
Ὠδὴ α'
Ἦχος α' Ὁ εἱρμὸς
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα
Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ
γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,
ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Καθαρθῶμεν
τὰς αἰσθήσεις, καὶ ὀψόμεθα,
τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα,
τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως
εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω,
ἑορταζέτω
δὲ κόσμος, ὁρατός τε ἅπας
καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται,
εὐφροσύνη αἰώνιος.
Κανὼν τοῦ Τυφλοῦ
Ὠδὴ α' Ἦχος πλ. α'
Γῆν, ἐφ' ἣν οὐκ ἔλαμψεν
Σταύρωσιν
ἑκούσιον,
καταδεξάμενος σαρκί, ἐπήγασας
εὐλογίαν καὶ ζωήν, τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ
τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν
σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες,
ψάλλοντες, ἐπινίκιον ᾠδήν.
Λάκκῳ
κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο
ὁ εὐσχήμων
Ἰωσήφ,
καὶ προσεκύλισε τῇ θύρᾳ
τοῦ μνήματος, λίθον μακρόθυμε· ἀλλ'
ἀνέστης
ἐν
δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα,
ἐπινίκιον
ᾠδήν.
Θαύματα
παράδοξα, ἐπιτελῶν ὁ
Λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ
γενετῆς, πηλὸν ἐπιχρίσας,
καὶ εἰπών· Πορεύθητι καὶ νίψαι
ἐν
τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν,
ἐπὶ γῆς
βαδίζοντα, σάρκα φορέσαντα, διὰ
σπλάγχνα οἰκτιρμῶν.
Θεοτοκίον
Μήτραν
ἀπειρόγαμον
τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος
διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι
βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον,
ταῖς μεθοδείαις τοῦ ἐχθροῦ·
αὐτὸν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην
σῴζεσθαι, πάσης ἁλώσεως,
καὶ ἐχθρῶν ἐπιδρομῆς.
Κανὼν Προεόρτιος τῆς, Ἀναλήψεως
Οὗ ἡ ἀκροστιχὶς κατ ἀλφάβητον
Ἐν δὲ τῇ θ' Ὠδῇ, Ἰωσήφ
Ὠδὴ α' Ἦχος ὁ αὐτὸς. Ἵππον καὶ ἀναβάτην
Ἄνω πρὸς τὸν Πατέρα, Χριστὸς ἀνέρχεται,
καὶ προσάγει τὴν σάρκα, ἣν ἐξ ἡμῶν ἀνέλαβεν· Αὐτὸν ἀνυμνήσωμεν,
ἐν
αἰνέσει σήμερον, ἐπινίκιον ὕμνον
ᾄδοντες.
Βίβλοι
γραφῶν ἐνθέων, καὶ τὰ κηρύγματα,
τῶν σοφῶν θεηγόρων, πέρας σαφῶς ἐδέξαντο·
μετὰ γὰρ τὴν Ἔγερσιν, ὁ Δεσπότης ἄνεισι,
μετὰ δόξης εἰς τὰ οὐράνια.
Γῆ
μυστικῶς χορεύει, καὶ τὰ οὐράνια,
θυμηδίας πληροῦται, ἐπὶ τῇ Ἀναλήψει
Χριστοῦ, τοῦ τὰ πρὶν ἑνώσαντος, διεστῶτα χάριτι,
καὶ φραγμὸν τὸν τῆς ἔχθρας
λύσαντος.
Καταβασία
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα
Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ
γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,
ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Ὠδὴ γ' Ὁ εἱρμὸς
Δεῦτε
πόμα πίωμεν καινόν, οὐκ ἐκ
πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ'
ἀφθαρσίας
πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ
στερεούμεθᾳ.
Νὺν
πάντα πεπλήρωται φωτός, οὐρανός
τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω
γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ἢ ἐστερέωται.
Χθὲς
συνεθαπτόμην σοὶ Χριστὲ συνεγείρομαι
σήμερον ἀναστάντι σοί,
συνεσταυρούμην σοὶ χθὲς αὐτὸς
μὲ συνδόξασον Σωτήρ, ἐν τῇ
βασιλεία σου.
Τοῦ Τυφλοῦ
Σαλευομένην τὴν καρδίαν
Καινῷ
μνημείῳ, Ἰωσήφ σε κατέθετο, οἰκτίρμον,
ὁ εὐσχήμων·
ἀνέστης
δέ, ἐκ νεκρῶν τριήμερος, καινοποιήσας
ἡμᾶς.
Σαλευομένων
τὰς καρδίας ἐστήριξας,
τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ
σεπτῇ σταυρώσει σου, ἣν καθυπέστης
σαρκί.
Τυφλόν ποτε ἐκ
γενετῆς, προσελθόντα σοι, ἰάσω πανοικτίρμον,
δοξάζοντα τὴν οἰκονομίαν
σου, καὶ τὰ θαυμάσια.
Θεοτοκίον
Παρθενικῆς ἀπὸ
γαστρός, ἀπεκύησας Θεὸν σεσαρκωμένον, ὃν
αἴτησαι, Παναγία Δέσποινα
κατοικτειρῆσαι ἡμᾶς.
Τῆς Ἀναλήψεως
Ὁ πήξας ἐπ' οὐδενὸς
Δεσμεύσας
τῷ σῷ θανάτῳ, Λόγε τὸν θάνατον, ἐκ νεκρῶν ἀνέστης,
σαφῶς τριήμερος, καὶ πρὸς τὰ οὐράνια
Σωτήρ, ἀνῆλθες μετὰ δόξης, ὑμνολογούντων
ἀσωμάτων
σου, τὴν οἰκονομίαν τὴν ἄφατον.
Ἐπέστης τοῖς ἐπὶ γῆς,
Χριστὲ ἄνευ σώματος, καὶ φορέσας σάρκα
Σταυρὸν ὑπέμεινας, καὶ ἐξαναστὰς ἐκ
τῶν νεκρῶν, ἀνῆλθες
μετὰ δόξης, πρὸς τὸν ἀρχίφωτον
Πατέρα σου, εἰρηνοποιήσας τὰ σύμπαντα.
Ζητήσας
τὸ ἐπὶ γῆς, πλανώμενον πρόβατον, ἀπλανέσι
Λόγε τοῦτο συνέταξας, καὶ ἀναληφθεὶς
πρὸς οὐρανούς, ἐκάθισας ἐν δόξῃ, ἐκ
δεξιῶν τοῦ σοῦ Γεννήτορος. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ
σου.
Καταβασία
Δεῦτε
πόμα πίωμεν καινόν, οὐκ ἐκ
πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ'
ἀφθαρσίας
πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ
στερεούμεθᾳ.
Κοντάκιον τοῦ Τυφλοῦ
Ἦχος δ' Ἐπεφάνης σήμερον
Τῆς
ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ
Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ
γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν
σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.
Ὁ Οἶκος
Ῥεῖθρόν μοι δώρησαι Χριστέ,
σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω,
τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα
ἐνισχύσω
τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι, ἅπερ ἡ
θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου
τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ
Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ
γενετῆς τυφλὸς ὑπάρχων,
ὀφθαλμοὺς
τούς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς
τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν
σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.
Κάθισμα τοῦ Τυφλοῦ
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Ὠμμάτωσας Χριστέ, τὸν ἐκ
μήτρας τεχθέντα, ἀόμματον δεικνύς,
Ἰουδαίοις
Σωτήρ μου τὴν δόξαν σου τὴν ἄρρητον,
καὶ ὡς φῶς πάντων πέφυκας, ἀλλὰ
φθόνῳ σε πεπηρωμένοι τὰς φρένας,
ἐνεδρεύοντες,
τὸν τῆς ζωῆς παροχέα, νεκρῶσαι ἠπείγοντο.
Δόξα... Καὶ νῦν...
Προεόρτιον Ὅμοιον
Ἐτέχθης ὡς αὐτὸς σὺ ἠθέλησας Σῶτερ, ἐφάνης
πάλιν δέ, ὡς αὐτὸς ἠβουλήθης, καὶ ἔπαθες ὡς ἄνθρωπος,
ὡς
Θεὸς δὲ ἀνίστασαι, ἀνελήλυθας, εἰς
οὐρανοὺς μετὰ δόξης, καὶ ἀνήγαγες,
τὴν τῶν ἀνθρώπων οὐσίαν, καὶ δόξῃ
κατεκάλλυνας.
Ὠδὴ δ' Ὁ εἱρμὸς
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος
Ἀββακούμ,
στήτω μεθ' ἡμῶν καὶ
δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως
λέγοντα, Σήμερον σωτηρία
τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ἄρσεν μέν, ὡς διανοίξαν,
τὴν παρθενεύουσαν νηδύν, πέφηνε
Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς
προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος
κηλῖδος, τὸ ἡμέτερον
Πάσχα, καὶ ὡς Θεὸς ἀληθής,
τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος
χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον,
καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν
ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυϊδ, πρὸ τῆς σκιώδους
κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς
δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων
ἔκβασιν,
ὁρῶντες,
εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τοῦ Τυφλοῦ
Ἀκήκοα Κύριε τὴν ἀκοην σου
Τοῖς
Μύσταις σου Κύριε, συναυλιζόμενος
παραδόξως, τούτοις ἔλεγες· Ἄπιτε,
κηρύξατε πανταχοῦ, τὴν ἐμὴν Ἀνάστασιν.
Τεθνήξαντα
ξύλῳ με τεθεὶς ἐν ξύλῳ,
ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα
ἔλεος·
διὰ τοῦτο Λόγε δοξάζω σε.
Ὠμμάτωσας Κύριε, Τυφλὸν ἐκ
μήτρας γεγεννημένον εἰπών·
Ἄπελθε,
νίψαι καὶ ἀνάβλεψον,
τὴν ἐμὴν δοξάζων Θεότητα.
Θεοτοκίον
Τὸν
τόκον σου Ἄχραντε, τὸν ὑπὲρ
φύσιν δοξολογοῦμεν, μακαρίζοντες
πίστει σε, πανάμωμε, ὡς
Θεοῦ τῶν ὅλων λοχεύτριαν.
Τῆς Ἀναλήψεως
Τὴν θείαν ἐννοήσας σου
Ἡ πρὶν τῇ ἁμαρτίᾳ κατάκριτος φύσις ἡμῶν
Παμβασιλεῦ, τῇ σῇ προσλήψει ἠλέηται,
ὑμνολογοῦσά
σου φόβῳ, τὴν Ἔγερσιν καὶ θείαν Ἀνάληψιν.
Θαμβεῖται
Ἀσωμάτων
τὰ τάγματα, κατανοοῦντά
σε Χριστέ, βροτείαν φύσιν φορέσαντα,
καὶ ἐπιβάντα νεφέλῃ, καὶ
πρὸς τοὺς οὐρανοὺς ἀνερχόμενον.
Ἰδοῦσαι ἐρυθρὰ τὰ ἱμάτια, τὰ σὰ Χριστὲ
Παμβασιλεῦ, τῇ σὴ ἀνόδῳ ἐξέστησαν, αἱ τῶν Ἀγγέλων
δυνάμεις, καὶ φόβῳ
καὶ χαρᾷ προσεκύνησαν.
Κροτήσωμεν
τὰς χεῖρας, ὁ Κύριος ἐξεγερθεὶς ἐκ τῶν
νεκρῶν, πρὸς οὐρανοὺς ἀνελήλυθεν, ὑποταγέντων Ἀγγέλων
αὐτῷ ὡς ποιητῇ καὶ Θεῷ ἡμῶν.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος
Ἀββακούμ,
στήτω μεθ' ἡμῶν καὶ
δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως
λέγοντα, Σήμερον σωτηρία
τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε' Ὁ εἱρμὸς
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ
μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη,
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν
σου εὐσπλαγχνίαν, οἱ ταὶς
τοῦ Ἄδου σειραίς, συνεχόμενοι δεδορκότες,
πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω
ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν
λαμπαδηφόροι, τῶ προϊόντι Χριστῷ ἐκ
τοῦ μνήματος, ὡς νυμφίω, καὶ
συνεορτάσωμεν ταὶς φιλεόρτοις τάξεσι,
Πάσχα Θεοῦ τὸ σωτήριον.
Τοῦ Τυφλοῦ
Τὴν τάλαιναν ψυχήν μου
Ἐτέθης ἐν μνημείῳ, ὁ ἑκουσίως
γενόμενος νεκρός, καὶ τὰ
βασίλεια τοῦ Ἅδου, Βασιλεῦ ἀθάνατε
ἅπαντα
ἐκένωσας,
νεκροὺς τῇ, Ἀναστάσει ἐγείρας τῇ σῇ.
Ὑψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας
τοὺς βροτούς, καὶ τὸν
πολέμιον οἰκτίρμον, ὄφιν
ἐθανάτωσας,
καὶ ἐζώωσας τὸ πλάσμα τῶν
χειρῶν σου, ὡς μόνος ὢν
Θεός τοῦ παντός.
Τὰ ὄμματα
ἀνοίξας,
τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν,
ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ
δοξάζειν ἔπεισας τοῦτον, ἐπιγνόντα
σε ποιητήν, δι' εὐσπλαγχνίαν ὀφθέντα
βροτόν.
Θεοτοκίον
Πῶς
τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ
ἁγνή,
πεῖραν ἀνδρὸς θεοχαρίτωτε; πῶς τρέφεις
τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται
αὐτός, ὁ τοῦ παντὸς ποιητής καὶ Θεός.
Τῆς Ἀναλήψεως
Ὁ ἀναβαλλόμενος
Λύσας
τὸ κατάκριμα τῆς ἀνθρωπότητος,
Χριστὸς ἀνέστη, καὶ ἀνελήφθη
πρὸς τὰ ἐπουράνια, Πατρὸς συνεδρίᾳ, τιμήσας
οὓς ἠγάπησεν.
Μετὰ τὴν Ἀνάστασιν,
χαροποιήσας Χριστὲ τοὺς Μαθητάς
σου, ἀνῆλθες ἄνω, πρὸς τὸν σὸν
Γεννήτορα, οὗ οὐκ ἐχωρίσθης,
κἂν τοῖς βροτοῖς ὡμίλησας.
Νόμου
προσκιάσματα, καὶ τὰ κηρύγματα,
τῶν θεηγόρων, Χριστὲ πληρώσας,
ἀνῆλθες
νεφέλης σε, καθυπολαβούσης, Σωτὴρ
πρὸς τὰ οὐράνια.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ
μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη,
καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς' Ὁ εἱρμὸς
Κατῆλθες
ἐν
τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοῦς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ,
καὶ τριήμερος ὡς ἐκ κήτους
Ἰωνάς,
ἐξανέστης
τοῦ τάφου.
Φυλάξας
τὰ σήμαντρα σώα Χριστέ, ἐξηγέρθης
τοῦ τάφου, ὁ τὰς κλεὶς τῆς Παρθένου μὴ λυμηνάμενος
ἐν
τῷ τόκω σου, καὶ ἀνέωξας
ἡμῖν,
Παραδείσου τὰς πύλας.
Σώτέρ
μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον,
ὡς
Θεός, σεαυτὸν ἑκουσίως,
προσαγαγῶν τῶ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ,
ἀναστὰς ἐκ
τοῦ τάφου
Τοῦ Τυφλοῦ
Ὡς τὸν Προφήτην τοῦ θηρὸς
Ὁ σταυρωθεὶς μετὰ λῃστῶν,
ἐρρύσω
Δέσποτα, λῃστῶν πονηρῶν,
καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε
Κύριε, πάντας τοὺς ἀνυμνοῦντάς
σου τὴν σταύρωσιν, καὶ τὴν Ἔγερσιν
συμφώνως.
Ἔθεντο ἄπνουν σε νεκρόν,
Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα
τὴν ζωήν, ἀνέστης δὲ Κύριε, πάντα
κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου δυναστείᾳ.
Πηλὸν
ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας
τοῦ ἐκ γενετῆς, καὶ ἐχαρισω
αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί
σου Λόγε τὴν ἄφατον δύναμιν, δι' ἧς ἔσωσας
τὸν κόσμον.
Θεοτοκίον
Τὰ
μεγαλεῖά σου ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν
σαρκὶ ἔτεκες ὑπερφυῶς, κόσμον
διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης
ἁμαρτίας.
Τῆς Ἀναλήψεως
Μαινομένην κλύδωνι
Ξένον
ὤφθης
θέαμα, τοῖς Ἀγγέλοις,
βρότειον μορφήν, φέρων τῇ ἀνόδῳ
σου φιλάνθρωπε, τῇ φρικώδει· ὅθεν
φόβῳ ἀνύμνουν σε.
Ὁ τῶν ὅλων Κύριος, μετὰ δόξης ἄνεισι
φαιδρῶς, πρὸς τὸν τούτου ἄναρχον Γεννήτορα, πᾶσα κτίσις,
νῦν ἑορτάζει χορεύουσα.
Πᾶσα
γλῶσσα σήμερον, ἐκβοάτω ἐν ἀλαλαγμῷ, ὁ
Χριστὸς ἀνέβη, καὶ ἐν σάλπιγγος,
θείᾳ φωνῇ, πρὸς οὐρανούς, οὓς οὐκ ἔλιπεν.
Καταβασία
Κατῆλθες
ἐν
τοῖς κατωτάτοις τῆς γῆς,
καὶ συνέτριψας μοχλοῦς αἰωνίους,
κατόχους πεπεδημένων Χριστέ,
καὶ τριήμερος ὡς ἐκ κήτους
Ἰωνάς,
ἐξανέστης
τοῦ τάφου.
Κοντάκιον Ἦχος δ'
Εἰ
καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου
καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης
ὡς
νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος,
ὁ
τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν
πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν
τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι
ὡς ἡμέραν,
Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας
ἐβόων·
Ὦ φίλαι,
δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα
ζωηφόρον καὶ τεθαμμένον, σάρκα
ἀνιστῶσαν
τὸν παραπεσόντα Ἀδάμ,
κείμενον ἐν τῷ μνήματι.
Ἄγωμεν,
σπεύσωμεν, ὥσπερ οἱ μάγοι,
καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν
τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν
σινδόνι ἐνειλημένῳ· καὶ
κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα
ἐξεγέρθητι,
ὁ
τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ὠδὴ ζ' Ὁ εἱρμὸς
Ὁ Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει
ὡς
θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει
εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες
μετὰ μύρων θεόφρονες, ὀπίσω
σου ἕδραμον, ὃν δὲ ὡς θνητόν,
μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι
ζώντα Θεόν, καὶ Πάσχα
τὸ μυστικὸν σοὶς Χριστὲ
Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου
ἑορτάζομεν
νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν,
ἄλλης
βιοτής, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν
τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν
τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος,
νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου
ἡμέρας,
τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ἢ τὸ ἄχρονον
φῶς, ἐκ τάφου σωματικῶς πάσιν ἐπέλαμψεν.
Τοῦ Τυφλοῦ
Πυρὸς σβεστήριον
Ἐξεγερθέντος σου, ἐκ τῶν
νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν,
ἐκεῖ
καθεύδουσαι, δοξάζουσαι τὴν δυναστείαν
σου, δι' ἧς θανάτου δεσμῶν ἐλύθησαν.
Ἀναρτηθέντος σου, ἐπὶ ξύλου
Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο,
ἐσαλεύετο
ἡ
κτίσις ἅπασα, καὶ ἐκ τῶν
τάφων νεκροὶ ἐξηγείροντο.
Πηλῷ ἐπέχρισας,
τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ,
καὶ τούτῳ προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν
νιψάμενος δὲ ἀνέβλεψεν,
ὑμνολογῶν
σε Χριστέ, Βασιλεῦ τοῦ παντός.
Θεοτοκίον
Μετὰ τὴν
κύησιν, Παρθένος ὤφθης Ἁγνή·
Θεὸν γὰρ ἐγέννησας, καινοτομήσαντα φύσεις
ἄχραντε,
τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεὶ τοῦ σωθῆναι ἡμᾶς.
Τῆς Ἀναλήψεως
Ὁ ὑπερυψούμενος
Ῥήξας τὸ μεσότοιχον,
τὸ τῆς ἔχθρας Κύριε, Σταυρῷ καὶ τῷ πάθει
σου, νεφέλῃ ὀχούμενος, ἀνῆλθες μετὰ δόξης,
πρὸς τὸν ἄναρχον Πατέρα.
Σύντρομοι
ἐκραύγαζον,
αἱ Δυνάμεις· Ἄρατε, πύλας παραγέγονε,
Χριστὸς σῶμα γήϊνον, φορῶν καὶ
θείῳ πάθει, τὸν Βελίαρ θανατώσας.
Τί
σου τὰ ἱμάτια ἐρυθρὰ φιλάνθρωπε; Ληνὸν νῦν ἐπάτησα,
Χριστὸς ταῖς δυνάμεσι, ταῖς θείαις πυθομέναις,
ἀνερχόμενος
ἐβόα.
Ὕμνοις σου τὴν σταύρωσιν, Χριστὲ
καὶ τὴν Ἔγερσιν συμφώνως δοξάζομεν, λαμπρῶς ἑορτάζοντες,
ἐπὶ τῇ Ἀναλήψει,
τῇ σεπτῇ σου εἰς αἰῶνας.
Καταβασία
Ὁ Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει
ὡς
θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει
εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η' Ὁ εἱρμὸς
Αὕτη
ἡ
κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς
καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων,
ἐνὴ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε
τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας
εὐφροσύνης, ἐν τῇ εὐσήμω ἡμέρα τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ
κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν,
ὡς
Θεόν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε,
ἰδοὺ γὰρ ἥκασί
σοί, θεοφεγγεῖς ὡς φωστῆρες,
ἐκ
δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἐῶ ἂς
τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ
παντοκράτορ, καὶ Λόγε, καὶ
Πνεῦμα, τρισὶν ἐνιζομένη,
ἐν ὑποστάσεσι
φύσις, ὑπερούσιε καὶ ὑπέρθεε
εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Τυφλοῦ
Ἀγγέλων σύστημα
Ἀγγέλων τάγματα, Σταυρῷ κρεμάμενον
σὲ κατιδόντα, Χριστὲ παμβασιλεῦ,
καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν
σὴν φιλανθρωπίαν.
Τελῶν
τεράστια, Χριστὲ ἐξαίσια,
ἐθελουσίως,
ὑψώθης
ἐν
σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ
νεκρώσας τὸν Ἅδην, καὶ πάντας ἐν ἀνδρείᾳ ἀπέλυσας
δεσμίους.
Τυφλὸν ὠμμάτωσας,
σοὶ προσελθόντα Χριστέ, τούτῳ
προστάξας πηγῇ τοῦ Σιλωάμ,
νίψασθαι καὶ βλέψαι, καὶ
Θεὸν σε κηρῦξαι, σαρκὶ ἐπιφανέντα,
εἰς πάντων σωτηρίαν.
Θεοτοκίον
Παρθένε
ἄχραντε,
θεοχαρίτωτε, τὸν σὸν δυσώπει
Υἱὸν διαπαντός, μὴ μὲ
καταισχύνῃ ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς
προβάτοις.
Τῆς Ἀναλήψεως
Σοὶ τῷ παντουργῷ
Φῶς
σε ἐκ φωτός, ὑπάρχοντα νεφέλη, φωτεινὴ ὑπέλαβεν,
ἐξ ὄρους
τῶν Ἐλαιῶν πάντων ὁρώντων, τῶν θείων Μαθητῶν
σου, καὶ σὲ ἀνυμνούντων εἰς πάντας τοὺς
αἰῶνας.
Χεῖρας
ψαλμικῶς, κροτήσωμεν, ἀνέστη,
Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ ἀνελήλυθεν· ὅθεν κατῆλθεν, πρὸς ἡμᾶς
φιλανθρώπως, εἰρηνοποιήσας τὰ πάλαι
διεστῶτα.
Ψάλλων
ὁ
Δαυΐδ, βοᾷ, Χριστὸς ἐπέβη,
ἐπὶ
Χερουβὶμ αὐτοῦ, καὶ ἐπετάσθη σαφῶς, ἐπὶ
πτερύγων τῶν λογικῶν ταγμάτων, ὃν ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.
Ὤφθης Μαθηταῖς, ἐξαναστὰς
τοῦ τάφου, καὶ τούτους ἀνήγαγες
ἐν ὄρει
τῶν Ἐλαιῶν· ὅθεν νεφέλη φωτὸς ὑπολαβοῦσα,
ἦρε
πρὸς τὰ ἄνω, Χριστέ σε μετὰ δόξης.
Καταβασία
Αὕτη
ἡ
κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς
καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων,
ἐνὴ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ εἱρμὸς
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Ὧ θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς,
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος
Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος,
κατέχοντες ἀγαλλόμεθα.
Ὧ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον
Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις,
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν
τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.
Τοῦ Τυφλοῦ
Ὅτι ἐποίησέ σοι
Ἰκρίῳ προσεπάγης, τοῦ Σταυροῦ,
Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας ἐχθροῦ, τὰς ἐναντίας
ἀρχάς,
καὶ τὴν πρῴην κατάραν Σῶτερ ἠφάνισας·
διό σε κατὰ χρέος μεγαλύνομεν.
Ὡς ἔβλεψέ σε Λόγε, Ἅδης κάτω μετὰ ψυχῆς, ἐστέναξε,
καὶ πάντας τοὺς νεκρούς, φόβῳ ἀπέλυσεν,
ἐπιγνόντας
τὸ κράτος τῆς ἐξουσίας σου, μεθ' ὧν σε κατὰ
χρέος μεγαλύνομεν.
Ἠγέρθης, καθὼς εἶπας, Ζωοδότα,
ἐκ
τῶν νεκρῶν, καὶ ὤφθης
τοῖς ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν,
σημεῖα ποιήσας, καὶ ὀμματώσας
τυφλούς, μεθ' ὧν σε εἰς αἰῶνας
μεγαλύνομεν.
Θεοτοκίον
Φανεῖσα
πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας
Θεὸν σωματικῶς τὸν ἀπερίγραπτον
καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν,
τῶν πίστει ἀδιστάκτῳ ἀνυμνούντων σε.
Τῆς Ἀναλήψεως
Ἡσαΐα χόρευε
Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει
ἐμφανῶς,
τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί
σου, ἥν περ ἐξ ἡμῶν,
φύσιν ἀνέλαβες, ὑπὲρ λόγον
ἀναλλοίωτε.
Ὡς Θεὸς συνέτριψας, πύλας Ἅδου Σῶτερ
καὶ μοχλούς, καὶ ἀναστὰς ἐκ
νεκρῶν, πρὸς τοὺς οὐρανοὺς ἐνδόξως ἀνέδραμες τῶν ταγμάτων τῶν ἀγγελικῶν,
Πύλας διάρατε, ἐκβοώντων
μετ' ἐκπλήξεως.
Σοῦ τὴν
θείαν ἄνοδον, θαυμαζόντων θείων
Μαθητῶν, ἐπέστησαν ἐμφανῶς, Ἄγγελοι
αὐτοῖς, βοῶντες· ὃν βλέπετε ἀνιόντα
εἰς τοὺς οὐρανούς, οὗτος ἐλεύσεται, μετὰ δόξης κρῖναι
ἅπαντας.
Ἣν Χριστὲ δεδώρησαι, πρὸς
τὰ ἄνω πάλαι ἀνιών, εἰρήνην σοῖς Μαθηταῖς, ταύτην
καὶ ἡμῖν, πλουσίως κατάπεμψον, ἐν ἀγάπῃ,
πάντα συγκρατῶν, ὅπως συμφώνως
σε, τὸν Σωτῆρα μεγαλύνωμεν.
Θεοτοκίον
Φωτοφόρον
ὄχημα,
τοῦ Ἡλίου σὺ τοῦ νοητοῦ, γεγένησαι ἀληθῶς ἄχραντε
Ἁγνή,
δι' οὗ οἱ καθήμενοι ἐν τῷ σκότει
ἔβλεψαν
τὸ φῶς, τῆς ἐπιγνώσεως, κατὰ χρέος σε δοξάζοντες.
Καταβασία
Φωτίζου,
φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ
δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νύν, καὶ ἀγάλλου
Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει
τοῦ τόκου σου.
Ἐξαποστειλάριον τοῦ Πάσχα
Σαρκὶ ὑπνώσας
ὡς
θνητός, ὁ Βασιλεὺς καὶ Κύριος,
τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας
ἐκ
φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα
τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἕτερον τοῦ Τυφλοῦ Ὅμοιον
Τοὺς
νοερούς μου ὀφθαλμοὺς πεπηρωμένους
Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας,
σὺ φωταγώγησον, ἐνθείς,
οἰκτίρμον τὴν ταπείνωσιν, καὶ
τοῖς τῆς μετανοίας, καθάρας με δάκρυσιν.
Εἰς τοὺς Αἴνους
Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ δ' καὶ τοῦ Πάσχα δ'
Στιχηρὰ τοῦ Τυφλοῦ
Ἦχος β'
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ
λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ,
δι' ἁμαρτίας γονέων ἐγεννήθην
ἀόμματος;
Ἆρα
ἐγώ,
δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ
τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν
λίθων προσκρούσματα· οὐ γὰρ
εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν
εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί
σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ,
καὶ ἐλέησόν με.
Παράγων
ὁ Ἰησοῦς ἐκ
τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον Τυφλὸν ἐκ
γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε
πηλὸν ἐπὶ τοὺς ὀφθαλμους αὐτοῦ, καὶ εἶπε
πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ
Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν
ἀναπέμπων
Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ ἔλεγον
αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν
ἃς
οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν;
ὁ δὲ
φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος,
ἐκεῖνός
μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς,
ὃν ἔφη
Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός
ἐστιν
ὁ
Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὅλον τὸν βίον ὁ Τυφλὸς νύκτα λογιζόμενος, ἐβόησε
πρὸς σέ Κύριε· Ἄνοιξόν μου τὰς κόρας, Υἱὲ
Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ,
ὑμνήσω
σου τὴν δύναμιν.
Ἦχος πλ. α'
Κύριε,
παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ
γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ
Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε,
τίς ἥμαρτεν, οὗτος ἢ οἱ
γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ
Σωτήρ μου ἐβόας αὐτοῖς·
Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς
αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα
τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός
με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ
ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν
ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς
αὐτοῦ, λέξας πρὸς αὐτόν·
Ὕπαγε,
νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ
νιψάμενος, ὑγιὴς ἐγένετο,
καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ
προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς·
Ἐλέησον
ἡμᾶς.
Στιχηρὰ τοῦ Πάσχα Ἦχος ὁ αὐτὸς
Στίχ: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα
ἱερὸν ἡμῖν
σήμερον ἀναδέδεικται, Πάσχα
καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα
πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ
λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα
τῶν πιστῶν, Πάσχα, τὸ πύλας
ἡμῖν
τοῦ Παραδείσου ἀνοίξαν,
Πάσχα, πάντας ἁγιάζον
πιστούς.
Στίχ: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε
ἀπὸ θέας
Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν
εἴπατε, Δέχου παρ ἡμῶν
χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως
Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν, θεασαμένη
ἐκ
τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ
Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι
πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν
λίθον καθήμενον, καὶ αὐτὸς
προσφθεγξάμενος, αὐταῖς οὕτως
ἔλεγε.
Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
τὶ θρηνεῖτε τὸν ἄφθαρτον
ὡς ἐν
φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ
Μαθηταῖς.
Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα
τὸ τερπνόν, Πάσχα Κυρίου,
Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε,
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα
λύτρον λύπης, καὶ γὰρ ἐκ
τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας
Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων,
Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νύν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ
πανηγύρει, καὶ ἀλλήλους
περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί,
καὶ τοὶς μισοῦσιν ἡμᾶς,
Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου