ΤΗ ΤΡΙΤΗ ΤΗΣ
ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
ΑΠΟΔΟΣΙΣ ΤΗΣ
ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ
Ἰδιόμελα τοῦ Τυφλοῦ Ἦχος β'
Ἦχος β'
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ
λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ,
δι' ἁμαρτίας γονέων ἐγεννήθην
ἀόμματος;
Ἆρα
ἐγώ,
δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ
τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν
λίθων προσκρούσματα· οὐ γὰρ
εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν
εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί
σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ,
καὶ ἐλέησόν με.
Παράγων
ὁ Ἰησοῦς ἐκ
τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ
γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε
πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ,
καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ
Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν
ἀναπέμπων
Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον
αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν,
ἃς
οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν,
ὁ δὲ
φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος,
ἐκεῖνός
μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς,
ὃν ἔφη
Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός
ἐστιν
ὁ
Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε
πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ
Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ,
ὑμνήσω
σου τὴν δύναμιν.
Ἦχος πλ. α'
Κύριε,
παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ
γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ
Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε,
τίς ἥμαρτεν, οὗτος ἢ οἱ
γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ
Σωτήρ μου ἐβόας αὐτοῖς·
Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς
αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα
τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός
με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ
ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν
ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς
αὐτοῦ, λέξας πρὸς αὐτόν·
Ὕπαγε,
νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ
νιψάμενος, ὑγιὴς ἐγένετο,
καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ
προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς·
Ἐλέησον
ἡμᾶς.
Ἦχος πλ. δ'
Δικαιοσύνης
Ἥλιε
νοητέ, Χριστὲ ὁ Θεός,
ὁ τὸν ἐκ
μήτρας τοῦ φωτὸς ἐστερημένον,
διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω,
καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας,
Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει
βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος
ἡ εἰς ἡμᾶς
εὐσπλαγχνία, φιλάνθρωπε, δόξα
σοι.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ
Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας
σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν,
λαμπηδόνος θείας κατηξίωσας, τούτου
τὰς κόρας, πηλὸν τοῖς σοῖς
πλαστουργοῖς δακτύλοις ἐπιχρίσας.
Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν
καταύγασον, τὰ τῆς ψυχῆς
αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Τίς λαλήσει
τὰς δυναστείας σου Χριστὲ; ἢ
τίς ἐξαριθμήσει τῶν θαυμάτων
σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης
ἐπὶ γῆς
δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις
τοῖς νοσοῦσιν ἐχορήγεις·
οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας,
τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ
καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει
τὸν κρυπτόμενον, καὶ πᾶσι
παρέχοντα τὸ μέγα ἔλεος.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος πλ. α'
Σὲ τὸν
σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν
οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων
μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον
κατεδέξω, διὰ τὸ γένος
ἡμῶν ὡς
φιλάνθρωπος Κύριος, σκυλεύσας
Ἅδου
πύλας, τριήμερος ἀνέστης,
σῴζων τὰς ψυχὰς ἡμῶν.
Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα
Ἦχος πλ. α'
Στίχ: Ἀναστήτω ὁ Θεός, καὶ
διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα
ἱερὸν ἡμῖν
σήμερον ἀναδέδεικται, Πάσχα
καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα
πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ
λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα
τῶν πιστῶν, Πάσχα, τὸ πύλας
ἡμῖν
τοῦ Παραδείσου ἀνοίξαν,
Πάσχα, πάντας ἁγιάζον
πιστούς.
Στίχ: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε
ἀπὸ θέας
Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν
εἴπατε, Δέχου παρ ἡμῶν
χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως
Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν, θεασαμένη
ἐκ
τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ
Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι
πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν
λίθον καθήμενον, καὶ αὐτὸς
προσφθεγξάμενος, αὐταῖς οὕτως
ἔλεγε.
Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
τὶ θρηνεῖτε τὸν ἄφθαρτον
ὡς ἐν
φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ
Μαθηταῖς.
Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα
τὸ τερπνόν, Πάσχα Κυρίου,
Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε,
Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα
λύτρον λύπης, καὶ γὰρ ἐκ
τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας
Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων,
Κηρύξατε Ἀποστόλοις.
Δόξα... Καὶ νύν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ
πανηγύρει, καὶ ἀλλήλους
περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί,
καὶ τοὶς μισοῦσιν ἡμᾶς,
Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη
ἐκ
νεκρῶν, θανάτω θάνατον πατήσας,
καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν
συνάναρχον Λόγον Πατρὶ καὶ
Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν,
ἀνυμνήσωμεν
πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον
ὑπομεῖναι·
καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν
τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, χαῖρε
ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς,
ὑπὲρ
τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν
Τόκον σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου