Τρίτη 23 Μαΐου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ (Μεσονυκτικόν)

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς.
Τριὰς μονὰς σῶσόν με τὸν σὸν οἰκέτην. 
Ὠδὴ α'  Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ
Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι, καὶ προμηθεῖ τοῦ παντός, καὶ ἀγαθῷ μόνῳ, φυσικῶς ὑπάρχοντι, καὶ ἑνιαίαν ἔχοντι, τῆς Θεότητος δόξαν Θεῷ, μονάρχῃ προσπίπτομεν, ὕμνον τὸν τρισάγιον ᾄδοντες.
ήσεις τὰς θείας καὶ χρησμοὺς τοὺς ἄνωθεν, μεμυημένοι σαφῶς, θεαρχικὴν φύσιν, ἑνικὴν δοξάζομεν, ἀΐδιον συνάναρχον, ἐν τρισὶ τοῖς προσώποις, Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, δημιουργικήν, παντοδύναμον.
ερομύστης Ἀβραὰμ γενόμενος, ἱεροτύπως τὸ πρίν, τὸν ποιητὴν πάντων, καὶ Θεὸν καὶ Κύριον, τρισὶ μὲν ὑποστάσεσιν, ὑπεδέξατο χαίρων, τῶν δὲ τριῶν ὑποστάσεων, κράτος ἑνιαῖον ἐγνώρισεν.
Θεοτοκίον
πειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν καθ' ἡμᾶς δι' ἡμᾶς, εἰληφότα φύσιν, Πάναγνε, καὶ ἄτρεπτον, κατ' ἄμφω διαμείναντα, ὃν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Ὠδὴ γ'
Ὁ στερεώσας κατ΄ ἀρχὰς
Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἡσαΐας κατεῖδεν, ὑψηλοῦ, καὶ Χερουβίμ, καὶ Σεραφὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικὸν τρισυπόστατον.
Μόνον πατρόθεν ὡς ἐκ νοῦ, γεγεννημένον τὸν Λόγον, καὶ τὸ Πνεῦμα προελθὼν ἀπορρήτως, καταλλήλοις λογισμοῖς, καὶ γραφικοῖς διδάγμασι, κατειληφότες ἕνα, Θεόν τρισήλιον σέβομεν.
 ὢν ἀγέννητος Πατήρ, καὶ τῆς ἰδίας οὐσίας, τὸ ἀπαύγασμα γεννήσας ἀρρεύστως, τὸν Υἱὸν φῶς ἐκ φωτός, ἐκπορευτῶς προβάλλεται, συμφυὲς φῶς τὸ Πνεῦμα, τὸ παντουργόν καὶ ὁμότιμον.
Θεοτοκίον
Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.

Καθίσματα  Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Τῆς τρισηλίου καὶ σεπτῆς τελεταρχίας, τὰς δυναστείας οἱ πιστοὶ νῦν εὐφημοῦμεν, ὅτι νεύματι μόνῳ τὸ πᾶν συνέστησε, τὰς ἄνω χοροστασίας Ἀγγελικάς, τὰς κάτω ἱεραρχίας Ἐκκλησιῶν, τοῦ κραυγάζειν· τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ ὑπεράγαθε, δόξα, ὕμνος τῷ κράτει σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον  Ὅμοιον
Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου, ὅπως κἀγώ, εὐχαρίστως κραυγάζω σοι· Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω πανάμωμε.

Ὠδὴ δ'
Σύ μου ἰσχύς, Κύριε
νατολή, ἐπιφανεῖσα Θεότητος, τοῖς ἐν σκότει, πᾶσαν διεσκέδασε, τὴν ἀφεγγῆ νύκτα τῶν παθῶν, καὶ δικαιοσύνης, τὸν Ἥλιον ἐξανέτειλεν, ἁπλοῦν μὲν κατ' οὐσίαν, τριλαμπῆ δὲ προσώποις, ὂν ὑμνοῦμεν ἀεὶ καὶ δοξάζομεν.
Σεραφικοῖς, στόμασι τὸν ἀνυμνούμενον, τοῖς πηλίνοις χείλεσι δοξάζομεν, μοναδικόν, καὶ τριαδικόν, Κύριον τῆς δόξης, τῇ φύσει καὶ ὑποστάσεσι, βοῶντες· Ὦ παντάναξ, τοῖς σοῖς δούλοις παράσχου, τῶν ποικίλων πταισμάτων συγχώρησιν.
Συνεκτικὴ πάντων τῶν ὄντων ἀόρατε, πανοικτίρμον, εὔσπλαγχνε, φιλάνθρωπε, Τριὰς σεπτὴ καὶ θεαρχική, μή μου ἐπιλάθῃ, τοῦ σοῦ οἰκέτου τὸ σύνολον, μηδὲ διασκεδάσῃς, ἣν διέθου σοῖς δούλοις, διαθήκην δι' ἄφατον ἔλεος.
Θεοτοκίον
ραῖαν σε, πάναγνε μόνην εὑράμενος, ἐξ αἰῶνος, Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, δι' εὐσπλαγχνίαν ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

Ὠδὴ ε'
Ἴνα τί με ἀπώσω
Συναΐδια τρία, πρόσωπα δοξάζομεν, ἕνα δὲ Κύριον, σὲ τὴν θείαν φύσιν, διαιροῦντες ἁπλῶς καὶ συνάπτοντες, καὶ πιστῶς βοῶμεν· θεαρχικὴ Τριὰς ἁγία, τοὺς σούς δούλους ἐκ θλίψεως λύτρωσαι.
λοφύρομαι σφόδρα, διὰ τὴν ἀσθένειαν τῆς διανοίας μου, πῶς μὴ θέλων πάσχω, τὴν ἀβούλητον ὄντως ἀλλοίωσιν· διὰ τοῦτο κράζω· Ζωαρχικὴ Τριὰς ἁγία, τῶν καλῶν ἐν τῇ στάσει με σύνταξον.
Νυσταγμῷ βαρυνθέντα, τῷ τῆς ἁμαρτίας με, καὶ συνωθούμενον, πρὸς θανάτου ὕπνον, ὡς φιλάνθρωπος καὶ ὑπεράγαθος, καὶ παντελεήμων, θεαρχικὴ Τριὰς ἁγία, κατοικτείρησον καὶ διανάστησον.
Θεοτοκίον
Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, θεοχαρίτωτε, ταῖς σαὶς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

Ὠδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
πουρανίων νοῶν, ταξιαρχίας μιμούμενοι, μοναρχικὴ τοῦ παντός, Τριὰς ὑπερούσιε, τρισαγίοις ᾄσμασι, σὲ δοξολογοῦμεν, τοῖς πηλίνοις ἡμῶν στόμασι.
Τὸν κατ' εἰκόνα τὴν σήν, τὸν ἄνθρωπον διαπλάσαντα, καὶ ἐξ οὐκ ὄντων τὸ πᾶν, σοφῶς ὑποστήσαντα, Θεὸν τρισυπόστατον, προσκυνῶ καὶ σέβω, καὶ ὑμνῶ, καὶ μεγαλύνω σε.
 παντοκράτωρ Θεός, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοί, δι' ἄφατον ἔλεος, τρισήλιε Δέσποτα, καὶ καταύγασόν με, καὶ συνέτισον ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου πανάχραντε, ναὸν κἀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.

Καθίσματα  Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Πατέρα ἄναρχον πιστοί, Υἱὸν συνάναρχον, καὶ Πνεῦμα θεῖον, ἀληθῶς ὑμνολογοῦμεν, ἀσυγχύτως, ἀτρέπτως, καὶ ἀναλλοιώτως, Τριάδα ἁπλὴν ἁγίαν καὶ συμφυῆ, βοῶντες σὺν τοῖς Ἀγγέλοις· Ἅγιος εἶ, Πάτερ, Υἱέ, σὺν τῷ Πνεύματι, τῷ παναγίῳ, καὶ σεπτῷ, ἐλέησον οὓς ἔπλασας, κατ' εἰκόνα σου Δέσποτα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον  Ὅμοιον
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, παρθένε παντελεῆμον, ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Ὠδὴ ζ'
Θεοῦ συγκατάβασιν
Σοφίᾳ ἀρρήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριάς, Μονάς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν. (Δίς)
 νοῦς ὁ ἀγέννητος, Πατήρ, καὶ Λόγος ὁ γεννηθεὶς ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ μονάρχα τρισήλιε, ψάλλω σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω σοι πίστει, τῇ τετοκυΐᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς σαῖς πρεσβείαις τὸν δοῦλόν σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη ἁγνή.

Ὠδὴ η'
Ἑπταπλασίως κάμινον
 φῶς ὑπάρχων ἄδυτον, τριλαμπὲς καὶ τρισήλιον, καὶ μοναρχικόν, μονοκρατές, ἁπλούστατον, Θεὸς ἀκατάληπτος, καὶ μονοκράτωρ Κύριος, νῦν τὴν σκοτεινήν, καὶ ζοφεράν μου καρδίαν, καταύγασον καὶ δεῖξον, φωταυγῆ καὶ φωσφόρον, ὑμνεῖν σε καὶ δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.
ερωτάταις πτέρυξι, Σεραφὶμ οἱ θειότατοι, πρόσωπα καὶ πόδας, εὐλαβῶς καλύπτουσι, τὴν δόξαν μὴ φέροντες, τοῦ ἀμηχάνου κάλλους σου, ἀγαθαρχικὴ θεαρχικὴ μοναρχία, Τριὰς ὑπεραγία, πλὴν ἡμεῖς ἀνυμνεῖν σε τολμῶμεν, καὶ δοξάζειν, πιστῶς εἰς τοὺς αἰῶνας.
Κυριαρχίαν ἄναρχον, πανσθενῆ καὶ πανάγαθον, τελεταρχικήν, ἀγαθουργὸν ἀόριστον, αἰτίαν ἀναίτιον, ποιητικὴν ἀΐδιον, προνοητικήν, καὶ σωστικὴν τῶν ἁπάντων, μονάδα κατ' οὐσίαν, καὶ Τριάδα προσώποις, δοξάζω σε Θεέ μου, πιστῶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
πί της γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ παρθενικῆς γεννήσεως, πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, ζοφερᾶς σκοτομήνης· διὸ καὶ τῆς εἰδωλικῆς καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.

Ὠδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ
Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες, ἁμαρτιῶν συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίαις τὴν ὁμόνοιαν. (Δίς)
 μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σοὺς ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν, καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλάνθρωπως, ταῖς Ἐκκλησίαις, καὶ τὴν ἕνωσιν.
Θεοτοκίον
Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.


Εἶτα τό, Ἄξιόν ἐστιν ὡς ἀληθῶς... καὶ τὰ λοιπὰ συνήθως, καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου