ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα τῆς
Ὀκτωήχου
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων,
καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις
εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας
σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα...
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ
ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο,
ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι
ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι .
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς
γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον
σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον,
πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος ὁ αὐτὸς
Τὸ προσταχθὲν μυστικῶς
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη,
ὥς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ
μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες
ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς. Αἰσχύνθητε
παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
Δόξα... Τὴν σοφίαν καὶ
Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς
ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ
δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο·
ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ,
καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν·
τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ
κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε
λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ
αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν
γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ
κτίσις, δόξα σοι .
Μετὰ τὸν Ἄμωμον, τὰ
Εὐλογητάρια
Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι
τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια,
ἐκ τοῦ, Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει,
ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή,
πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς
ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου
τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ
Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ
δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει
καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων· εἰ γὰρ καὶ
τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν
μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς
αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι· θεολογία μονὰς
τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα
σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ'
ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν,
κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνοειδεῖ αἰτίᾳ, πάντα
ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον
κυρίως.
Προκείμενον
Βασιλεύσει
Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.
Τό, Πᾶσα πνοή... Εὐαγγέλιον
Ἑωθινὸν Α' Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ὁ Ν', καὶ τὰ λοιπά.
Οἱ κανόνες, ὁ Ἀναστάσιμος
εἰς δ', ὁ Σταυροαναστάσιμος εἰς β', τῆς Θεοτόκου εἰς β', καὶ τῶν Ἁγίων εἰς ς'.
Κανὼν Ἀναστάσιμος
Ἦχος πλ. δ'
Ὠδὴ α' ὁ Εἱρμὸς
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα
τῷ Θεῷ ἀναμέλποντα.
Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς
μὴ θαυμάσωμεν; ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν,
ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Ὡς εὐρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος,
νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ
μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζων· Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται ἐν
γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα,
Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεόν προστασίαν ἡμῶν.
Κανὼν Σταυροαναστάσιμος.
Ἦχος ὁ αὐτός.
Ὠδὴ α'
Ὑγρὰν διοδεύσας
Ἐπήρθησαν πύλαι ὀδυνηραί, καὶ ἔφριξαν
ᾍδου, καθορῶντες οἱ πυλωροί, ἐν τοῖς κατωτάτοις τὸν ἐν ὕψει, τῆς τῶν ἁπάντων
ἐπέκεινα φύσεως.
Ἐξέστησαν τάξεις ἀγγελικαί, ὁρῶσαι ἐν
θρόνῳ, ἱδρυμένην τῷ πατρικῷ, τὴν ἔκπτωτον φύσιν τῶν ἀνθρώπων, τὴν καθειργμένην
ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Κανὼν τῆς Θεοτόκου. Ἦχος ὁ
αὐτός.
Ὠδὴ α'
Ἄσωμεν τῷ Κυρίῳ
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν
ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμέν σε.
Βότρυν σε ζωηφόρον, τὸν τῆς
παγκοσμίου, ἀποστάζοντα, γλυκασμὸν σωτηρίας, ἡ Παρθένος Χριστὲ ἀπεκύησεν.
Κανὼν τῶν Ἁγίων Πάντων.
Ἦχος ὁ αὐτός. οὗ ἡ ἀκροστιχίς.
Τῶν Ἁγίων Πάντων πολυώνυμα
τάγματα μέλπων.
Ὠδὴ α'
Ἁρματηλάτην Φαραὼ
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ
σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι· σὺ γὰρ εἶ φῶς
ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ
φωτοδότα Χριστέ.
Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς
σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας,
τῆς ἁγίας Τριάδος, δι' Ἀποστόλων ἁγίων σου, δι' ὧν τὴν ἀπάτην ἀπήλασας.
Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ
σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο, καὶ τῷ φωτὶ τῆς χάριτος,
κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες.
Ἀγαλλιώμενοι Σταυρὸν οἱ Μάρτυρες, τὸν
σὸν ἀράμενοι, καὶ τὸ σεπτὸν πάθος, ἀκλινῶς μιμούμενοι, τυραννικὴν οὐκ ἔπτηξαν,
ἀπειλὴν οἱ γενναῖοι, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγας, ἀλλ' οὐδὲ λιμόν, οὐδὲ
θάνατον.
Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ παρθένοι πάναγνε,
ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω
σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.
Καταβασία
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς
πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων
ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν
σου, ἅγιος μόνε φιλάνθρωπε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς
ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστὲ· αὐτὸς γὰρ οὐχ
ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Της, Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς
ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ
Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης
ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ
ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Ἄλλος Οὐρανίας ἁψῖδος
Ἀπειθήσαντα πρῴην, τῇ ἐντολῇ Κύριε,
τοῦ πεποιηκότος με ὄντως, σὺ ἀπεξένωσας, ὃν μορφωσάμενος, ὑπακοήν τε παιδεύσας,
σεαυτῷ ᾠκείωσας διὰ σταυρώσεως.
Ὁ σοφίᾳ τὰ
πάντα, προεγνωκὼς Κύριε, καὶ τῇ σῇ συνέσει, συμπήξας τὰ ὑποχθόνια, οὐκ
ἀπηξίωσας, συγκαταβάσει σου Λόγε, τοῦ Θεοῦ, ἀναστῆσαι τὸν κατ' εἰκόνα σου.
Ἄλλος Σὺ εἶ τὸ στερέωμα
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου
Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Εὔας τῆς προμήτορος, σὺ ἐπανόρθωσις
γέγονας, τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ κόσμῳ, Θεοτόκε κυήσασα.
Ἄλλος Ὁ στερεώσας κατ' ἀρχὰς
Ἱερωσύνην ἱεράν, οἱ ἱερεῖς καὶ
Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως
κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.
Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης
καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν
Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.
Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων
οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους
χαίροντες· ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ
Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ, ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν,
καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ
ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κοντάκιον τῆς Ὀκτωήχου
Ὡς ἀπαρχὰς τῆς φύσεως ή Ἦχος δ'
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς
τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ
Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου
Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ, Ἅδου σκυλεύσας βασίλεια, καὶ
νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν
κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα. Σωτήρ μου
ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ
ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.
Καθίσματα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Προπατόρων Πατέρων Πατριαρχῶν,
Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε,
καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες
Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι. Εἰρήνευσον τὸν
κόσμον σου, δι' αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι· ὁ Θεὸς ὁ
ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν
μνήμην αὐτῶν.
Θεοτοκίον Ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ
τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ
πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ
Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ
κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν
ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν
ἠτιμωμένον ἐδόξασας.
Τίς καθορᾶν, Δέσποτα νῦν οὐκ
ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ
θανάτου, τὸν Ἅδην πλούτου κενούμενον. Τῆς θείας δυναστείας, σοῦ τοῦ
ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις
ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς
γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν
πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.
Ἄλλος Εἰσακήκοα Κύριε
Τῷ Σταυρῷ σε προσήλωσαν, οἱ τῶν
παρανόμων παῖδες φιλάνθρωπε, δι' οὗ ἔσωσας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς σου
τὰ παθήματα.
Ἀναστὰς ἐκ τοῦ μνήματος, πάντας
συνανέστησας τοὺς ἐν Ἅδῃ νεκρούς, καὶ ἐφώτισας ὡς εὔσπλαγχνος, τοὺς δοξάζοντάς
σου τὴν Ἀνάστασιν.
Ἄλλος Εἰσακήκοα Κύριε
Ἡ τὸν στάχυν
βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε
σῷζε τοὺς ὑμνοῦντάς σε.
Θεοτόκον σε πάναγνε, οἱ πεφωτισμένοι
πάντες κηρύττομεν· τὸν γὰρ Ἥλιον ἐκύησας, τῆς δικαιοσύνης ἀειπάρθενε.
Ἄλλος Σύ μου ἰσχύς, Κύριε
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου,
δι' ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει,
χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ παντεπόπτα, τὸν ἁπάντων
Θεόν τε καὶ Κύριον.
Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν
Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης,
ἠγλαϊσμένοι πανόλβιοι· διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ
αἰωνίως ἀγάλλεσθε.
Τὸ τῆς σαρκός, φρόνημα ἄπαν τῷ
Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς
ἀκατασχέτους, νηστείᾳ καταμαράναντες, καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ
πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε.
Ὡς τοῦ Χριστοῦ, Μάρτυρες τοῦ
Πρωτομάρτυρος, τὰς βασάνους, ἄγαν ὑπεμείνατε, καρτερικῶς τε καὶ γενικῶς, ὡς ἐν
ἀλλοτρίοις, ἀθλοῦντες σώμασιν ἔνδοξοι, καὶ νῦν τῆς βασιλείας, κληρονόμοι
δειχθέντες, τοῖς πιστοῖς τὰς ἰάσεις πηγάζετε.
Θεοτοκίον
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια· τὸν
γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως
πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος
πτῶσιν ἀνώρθωσαν.
Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς
ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ
ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν
σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ
πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα
γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς
νεκρώσεως.
Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν
πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας,
ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἵόν
σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ
καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἄλλος Φώτισον ἡμᾶς
Ὁδήγησον ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ
σου Χριστέ· δι' αὐτοῦ γάρ σοι προσπίπτομεν, καὶ τὴν εἰρήνην παράσχου ἡμῖν
φιλάνθρωπε.
Κυβέρνησον ἡμῶν, τὴν ζωὴν ὡς
ὑπεράγαθος, τῶν ὑμνούντων σου τὴν Ἔγερσιν, καὶ τὴν εἰρήνην παράσχου ἡμῖν,
φιλάνθρωπε.
Ἄλλος Ὀρθρίζοντες
Κατεύνασον τὸν ἄστατον, κλύδωνα τῶν
παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον.
Λατρεύουσι τῷ τόκῳ σου, ἄχραντε
Θεοτόκε, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν τὰ συστήματα.
Ἄλλος Ἵνα τί με ἀπώσω
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα
κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς
αὐτούς, ὦ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος.
Ὁ χορὸς τῶν
Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι,
Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ διδασκάλων, καὶ
δικαίων σὺν Ἱερομάρτυσι.
Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων
ὁμήγυριν σήμερον, τῇ σῇ Σῶτερ αἴγλῃ, καὶ λαμπάσιν ἀσβέστοις τῆς χάριτος, τὸν
σὸν θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως φιλάνθρωπε.
Θεοτοκίον
Ὑπερθαύμαστον τόκον, τὸν σὸν
ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἐλογίσαντο
Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας
ἐλλάμψεως.
Καταβασία
Ἐξέστη τὰ
σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν
ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν
βραβεύουσα.
Ὠδὴ
ς' Ὁ Εἱρμὸς
Ἱλάσθητί μοι
Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι· πρὸς
σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Διὰ ξύλου
κραταιῶς, κάθεῖλέ με ὁ ἀρχέκακος· αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον,
Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.
Σὺ ᾤκτειρας
τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς
εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας
Χριστέ.
Θεοτοκίον
Ῥυσθείημεν
τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν
πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ἄλλος Τὴν δέησιν ἐκχεῶ
Παλάμας ἐν τῷ
Σταυρῷ ἐξήπλωσας, ἰατρεύων ἀκρατῶς τὴν ταθεῖσαν, ἐν τῇ Ἐδέμ, χεῖρα τοῦ
Πρωτοπλάστου, καὶ τῆς ἰδίας χολῆς ἀπεγεύσω Χριστέ, καὶ ἔσωσας ὡς δυνατός, τοὺς
δοξάζοντάς σου τὰ παθήματα.
Θανάτου ὁ
λυτρωτὴς ἐγεύσατο, τῆς ἀρχαίας ἀποφάσεως ὅπως, καὶ τῆς φθορᾶς, τὸ βασίλειον
λύσῃ, καὶ τοῖς ἐν Ἅδῃ φοιτήσας, ἀνέστησε, καὶ ἔσωσεν ὡς δυνατός, τοὺς ὑμνοῦντας
αὐτοῦ τὴν Ἀνάστασιν.
Ἄλλος Χιτῶνά μοι παράσχου
Ναόν σε τοῦ
Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ
καταγγέλλομεν.
Ξοάνων
καταλύτης ὡς Θεός, γεγονὼς ὁ τόκος σου, Μαρία Θεόνυμφε, προσκυνεῖται σὺν Πατρὶ
καὶ τῷ Πνεύματι.
Ἄλλος Ἱλάσθητί μοι Σωτὴρ
Ὡς ἔντιμον
ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα,
κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν.
Νυγείσης σου
τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν,
καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, εὐεργέτα προσεκάλεσαν.
Ὑμνοῦμεν
πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ χάριτι λαμπρυνθέν, καὶ λάμψαν
φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ ἁλουργίδι, τῆς αὐτῶν στερρᾶς ἀθλήσεως.
Θεοτοκίον
Μητέρα
παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, δι' ἧς φύσις γυναικῶν, ῥωσθεῖσα πανάμωμε,
Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως.
Καταβασία
Τὴν θείαν
ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς
χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς
τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς
θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου,
διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Ὁ
Οἶκος
Οἱ ἐν πάσῃ τῇ
γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ
μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται,
πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ
ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Συναξάριον
Τῇ σήμερον
ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ,
Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν.
Στίχοι
Τοῦ Κυρίου μου πάντας ὑμνῶ
τοὺς φίλους.
Εἴ τις δὲ μέλλων, εἰς τοὺς
πάντας εἰσίτω.
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις,
Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς
μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
Ὠδὴ
ζ' Ὁ Εἱρμὸς
Θεοῦ συγκατάβασιν, τὸ πῦρ
ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένω ποδί, ὡς
ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει
Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει
κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῇ θείᾳ
καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον·
ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν
Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες σε
καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπορευόμενον Πνεῦμα εὐθές, συμφυές καὶ
συναΐδιον.
Ἄλλος Οἱ ἐκ τῆς Ἰουδαίας
Σωτηρίαν εἰργάσω, μέσον τῆς
οἰκουμένης, προφητικῶς ὁ Θεός· ὑψωθεὶς γὰρ ἐν ξύλῳ, πάντας ἀνεκαλέσω, τοὺς ἐν
πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Ἀναστὰς ἐκ τοῦ τάφου, ὡς ἐξ ὕπνου
οἰκτίρμον, πάντας ἐρρύσω φθορᾶς· ἡ κτίσις δὲ πιστοῦται, διὰ τῶν Ἀποστόλων,
κηρυττόντων τὴν Ἔγερσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἄλλος Οἱ ἐκ τῆς Ἰουδαίας
Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς
ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως
κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ῥάβδος ἔφυς Παρθένε, Ἰεσσαὶ ἐκ τῆς
ῥίζης ἡ παμμακάριστος, καρπὸν ἀνθηφοροῦσα, σωτήριον τοῖς πίστει, τῷ Υἱῷ σου
κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ἄλλος Θεοῦ συγκατάβασιν
Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις
ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες
χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου
φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον,
θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον.
Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς
ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἔκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε
τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γηθόμενοι μέλψωμεν, τὴν τῶν Ἁγίων
πάντων ὁμήγυριν, ἐκ παντὸς κροτουμένην, καὶ γένους ἅμα, καὶ ἀξιώματος, καὶ
πολιτείας, καὶ τούτοις συμψάλωμεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Μαρίαν τὴν ἄχραντον, καὶ παναγίαν
Θεογεννήτριαν, αἱ νεάνιδες πᾶσαι, χορείαν θείαν ἅμα στησάμεναι, μεγαλοφώνως,
ἀγάλλου, βοήσατε, ἡ τῆς χαρᾶς τὴν πηγὴν ἡμῖν βλυστάνουσα.
Καταβασία
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ
θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, ἔχαιρον
ψάλλοντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς
ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργόν, καὶ
λυτρωτήν, ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος
δύναμις, ἧς ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ
παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ Ἅδου τήν ἰσχύν. Ὂν ἀπαύστως, οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὁ σταυρωθεὶς
ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσὼν καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ
ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητόν κατεπόθη, οἱ
παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν
ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε
Λόγον Πατρός, καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς
ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἄλλος Νικηταὶ τυράννου
Τὸν ἐπὶ τοῦ ξύλου, χεῖράς μοι
ἐκτείναντα τῷ γυμνωθέντι, καὶ καλούμενόν με, τῇ αὐτοῦ εὐσχήμονι θάλψαι
γυμνώσει, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς
αἰῶνας.
Τὸν ἐκ κατωτάτου, ᾍδου με ὑψώσαντα
τὸν πεπτωκότα, καὶ τῇ ὑψιθρόνῳ, δόξῃ τοῦ Γεννήτορος τετιμηκότα, εὐλογεῖτε πάντα
τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἄλλος Τὸν Βασιλέα τῶν οὐρανῶν
Τῶν ἐναντίων τὰς θελκτικὰς καὶ
φλογώδεις καθ' ἡμῶν κατάσβεσον βολίδας, ὅπως σε ὑμνῶμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Ὑπερφυῶς τὸν δημιουργὸν καὶ Σωτῆρα,
Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἄλλος Ἑπταπλασίως κάμινον
Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται,
Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων
θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῆς ὑπὲρ νοῦν λαμπρότητος,
ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, Θεοὶ χρηματίζετε,
τῇ πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς
ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες
πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ
διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μετ' εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ
θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ
ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην,
τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας.
Καταβασία
Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος
τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν
οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη
τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι, μεγαλύνουσι.
Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς,
πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ
πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός· διό σε ἐν οὐσίαις, δυσὶν
ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.
Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ
φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιών, ἐξαναστὰς
τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ
Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ
φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ
ἠρεύξατο, ἐκ πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα
νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἄλλος Ἔφριξε πᾶσα ἀκοὴ
Θεοῦ σε φύσει τὸν Υἱόν, συλληφθέντα
ἐν γαστρὶ ἐπιστάμεθα, τῆς Θεομήτορος, καὶ γεγονότα δι' ἡμᾶς ἄνθρωπον, καὶ
καθορῶντες ἐν Σταυρῷ, τῇ φύσει μὲν πάσχοντα τῆς ἀνθρωπότητος, ἀπαθῆ δὲ ὡς Θεὸν
διαμείναντα.
Λέλυται σκότος ἀμειδές· ἐκ τοῦ Ἅδου
γὰρ ἀνέτειλεν Ἥλιος, δικαιοσύνης Χριστός, τῆς γῆς φωτίζων πάντα τὰ πέρατα,
λάμπων Θεότητος φωτί, οὐράνιος ἄνθρωπος, Θεὸς ἐπίγειος, ὃν ἐν φύσεσι διτταῖς
μεγαλύνομεν.
Ἄλλος Κυρίως Θεοτόκον
Χαρᾶς καὶ εὐφροσύνης, πλήρης σου ἡ
μνήμη, τοῖς προσιοῦσιν ἰάματα βρύουσα, καὶ εὐσεβῶς Θεοτόκον σε καταγγέλλουσι.
Ψαλμοῖς σε ἀνυμνοῦμεν, Κεχαριτωμένη,
καὶ ἀσιγήτως τὸ Χαῖρε προσάγομεν· σὺ γὰρ ἐπήγασας, πᾶσι τὴν ἀγαλλίασιν.
Ἄλλος Ἐξέστη ἐπὶ τούτῳ
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ
πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς,
τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν
πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες.
Λιμένα σωτηρίας τὸν Βαπτιστήν,
Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ
Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους,
Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν.
Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ
τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ,
παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς
τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Θεοτοκίον
Ὡράθης διεστώτων συναπτική· διὰ σοῦ
γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι
τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε
Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν
πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ
ἀειπάρθενε.
Ἐξαποστειλάρια Τῆς Ὀκτωήχου
Αὐτόμελον Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει
Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω,
μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ
Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς
συντελείας.
Ἕτερον τῶν Ἁγίων Ὅμοιον
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον,
Ἀποστόλους, Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας
ἅμα, φιλοθέους γυναῖκας, καί τους Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις
χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς
Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον Ὅμοιον
Ὁ ἄνω
δοξαζόμενος, θεϊκῶς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως,
τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπῆρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν
σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις
σου, λύτρον δοῦναι πταισμάτων.
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν Στίχους η', καὶ
ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ε' καὶ τῶν Ἁγίων γ'.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ
Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος,
καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου,
ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ,
Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον· καὶ
ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν
ταῖς ψυχαῖς ἡμῶν.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν
Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν
δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν
Ταφήν σου καὶ τὴν Ἔγερσιν.
Ὁ Ἄγγελός σου
Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε
λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμένῃ
ζωὴν ἐδωρήσατο.
Ἕτερον Ἀνατολικὸν
Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ
Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ
ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου
φιλάνθρωπε.
Στιχηρὰ Προσόμοια τῶν
Ἁγίων
Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ
ἐθαυμάστωσε· τὰ αὐτοῦ γὰρ
στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς
θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς
ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα.
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος
εἰσήκουσεν αὐτῶν.
Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις
Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ
ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς
μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
αὐτοῦ.
Οἱ τὴν γῆν οὐρανώσαντες, ἀρετῶν ἐν
φαιδρότητι, οἱ Χριστοῦ τὸν θάνατον μιμησάμενοι, ἀθανασίας τὴν πρόξενον, ὁδὸν οἱ
βαδίσαντες, οἱ τὰ πάθη τῶν βροτῶν, χειρουργίᾳ τῆς χάριτος, ἐκκαθάραντες, οἱ ἐν
ὅλῳ τῷ κόσμῳ ὁμοψύχως, ἐναθλήσαντες γενναίως, ἀνευφημείσθωσαν Μάρτυρες.
Δόξα... Ἑωθινὸν Α' Ἦχος α'
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς
ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες
αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν
ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς οὐρανοὺς
ἀποκατάστασιν· οἷς καὶ
συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε
Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ
Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται,
ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς
Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη, καὶ μετ'
αὐτήν, τὸ Ἀναστάσιμον Τροπάριον.
Ἦχος πλ. δ'
Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ
διαρρήξας τοῦ Ἅδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν
παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου,
ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι' αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ
οἰκουμένῃ, μόνε πολυέλεε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ οἱ
Μακαρισμοὶ εἰς ιβ' τῆς Ὀκτωήχου, εἰς δ'
Ἦχος πλ. δ'
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ
κόσμου ὥσπερ τοῦ Λῃστοῦ ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας, μόνε
οἰκτίρμον, τῆς οὐρανίου βασιλείας σου.
Ξύλῳ προσπαγείς, Σωτὴρ ἡμῶν βουλήσει,
ξύλου τὸν Ἀδάμ, κατάρας ἐλυτρώσω, ἀποδιδοὺς ὡς οἰκτίρμων τὸ κατ' εἰκόνα, καὶ
Παραδείσου τὴν κατοίκησιν.
Ἄκουε Ἀδάμ, καὶ χαῖρε σὺν τῇ Εὔᾳ, ὅτι
ὁ γυμνώσας πρὶν τοὺς ἀμφοτέρους, καὶ δι' ἀπάτης λαβὼν ἡμᾶς αἰχμαλώτους, ἐν τῷ
Σταυρῷ Χριστοῦ κατήργηται.
Σήμερον Χριστὸς ἀνέστη ἐκ τοῦ τάφου,
πᾶσι τοῖς πιστοῖς παρέχων ἀφθαρσίαν, καὶ τὴν χαρὰν ἐγκαινίζει ταῖς Μυροφόροις,
μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν.
Καὶ ἀπὸ τοῦ Κανόνος τῶν
Ἁγίων.
Ὠδὴ γ' καὶ ς'
Προκείμενον τοῦ Ἀποστόλου
Ἦχος δ'
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Ἀλληλούϊα Ἦχος δ'
Ἐκέκραξαν οἱ
δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.
Κοινωνικὸν
Αἰνεῖτε τὸν
Κύριον ἐκ τῶν οὐρανῶν, καὶ Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει
αἴνεσις. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου