Τρίτη 23 Μαΐου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ (Μεσονυκτικόν)

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ
Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς.
Τὸν ἔκτον ὕμνον πρσσφέρω σοι, θειότης. 
Ὠδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας
Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλάνθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον.
 ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι μιᾷ, πεφυκώς, συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως.
Νυμφοστολίσας ὁ Παῦλος τὴν ἐθνῶν, Ἐκκλησίαν, ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ, καὶ δι' οὗπερ, καὶ ἐν ᾧ τὰ πάντα γέγονεν.
Θεοτοκίον
κ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

Ὠδὴ γ'
Οὐκ ἔστιν ἅγιος
Κοσμήσας τρίφωτε Θεέ, τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίοις σε φωναῖς· δέξαι μεθ΄ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας, σου τὴν ἀγαθότητα.
Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι, νῦν ἡμῖν συγχώρησιν.
 νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθὲς τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος, φρούρησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατ' οὐσίαν γενονὼς ὁ Θεός μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης, μόνος ἠλευθέρωσεν.

Καθίσματα
Ἦχος πλ. β' Τὴν ὑπὲρ ἡμῶν
Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθ΄ἡμῶν, καὶ οὐδεὶς καθ' ἡμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου· Ἐγώ εἰμι μεθ΄ὑμῶν, καὶ οὐδεὶς καθ΄ὑμῶν.
Ὠδὴ δ'
Χριστός μου δύναμις
ψοῦ διάνοιαν, μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον.
Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον.
Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ὁ τρισυπόστατος Θεός, μεθ' ὧν δέξαι μου τὴν αἴνεσιν.
Θεοτοκίον
 φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε.

Ὠδὴ ε'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ
Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων, ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν, πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων.
Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον, στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως.
υθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς θείας βασιλείας μέτοχον ποίησον.
Θεοτοκίον
 πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε φρούρει καὶ συντήρει τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σὲ Θεομήτορος.

Ὠδὴ ς'
Τοῦ βίου τὴν θάλασσαν
Σοφίαν καὶ σύνεσιν, Θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον. (Δίς)
Φῶς τὸ ἀδιαίρετον, κατ' οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον.
Θεοτοκίον
ν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο.
Καθίσματα Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν πληρώσας
Πάτερ καὶ Υἱὲ σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς τοὺς πίστει σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι μεθ΄ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ὅμοιον
Βλέψον εἰς ἡμᾶς πανύμνητε Θεοτόκε, λάμψον φωτισμὸν καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου πανάχραντε· ὅσα γὰρ θέλεις, καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθ΄ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Ὠδὴ ζ'
Δροσοβόλον μὲν τὴν κάμινον
ωμαλέαν μοι διάνοιαν πρυτάνευσον τρίφωτε χαρακτῆρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν καὶ περιστάσεων.
Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατ' οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτοις ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένην ἐν μορφῇ, ἀπαραλλάκτῳ σαφῶς.
Θεοτοκίον
Θεὸς ὁ ὑπερούσιος προσείληφεν, ἄχραντε, ἐκ γαστρός σου ἁγνή, τὸ ἡμέτερον φιλανθρώπως φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Ὠδὴ η'
Ἐκ φλογὸς τοῖς Ὁσίοις
λασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε μονὰς καὶ Τριὰς ὑπεράγαθε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην.
κ φωτὸς ἀϊδίου φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτί, πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
ατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον, Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τούς αἰῶνας.

Ὠδὴ θ'
Θεὸν ἀνθρώποις
ρᾶν αἱ τάξεις Χερουβὶμ Δέσποτα, κάλλους τοῦ σοῦ ἣν δόξαν οὐ δυνάμεναι, πτέρυξι κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικὸν κράτος δοξάζουσαι.
Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς ἡμᾶς ἀξίωσον.
 φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργόν, Θεότης πεφυκυῖα καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καὶ καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος.
Θεοτοκίον
Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῶς πίστει δοξάζοντας.

Καὶ τὰ λοιπὰ ὡς σύνηθες καὶ Ἀπόλυσις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου