Π Ε Ν Τ Η Κ Ο
Σ Τ Α Ρ Ι Ο Ν
ΚΥΡΙΑΚΗ ΤΗΣ
ΠΕΝΤΗΚΟΣΤΗΣ.
ΤΩ ΣΑΒΒΑΤΩ
ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ
ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε
ἐκέκραξα... ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα γ', πρὸς Ἦχον α',
δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α'
Πεντηκοστὴν
ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος
συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι,
Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (Δίς)
Γλώσσαις
ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν
ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Πάντα
χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν
ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε
καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.
Δόξα... Καὶ νῦν
... Ἦχος πλ. δ'
Ὅτε
τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς , Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων
παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις
γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ
τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι·
ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.
Ἀπόστιχα Ἰδιόμελα
Ἦχος β'
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον
Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου.
Ἐν
τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν,
ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας,
σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ
ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἐν
ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου
τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω
σε Κύριε.
Δόξα... Καὶ νῦν
... Ἦχος ὁ αὐτὸς
Τριάδα
Ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν
πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.
Ἀπολυτίκιον. Ἦχος
πλ. δ'
Εὐλογητὸς
εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ
Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Ἐκ γ'
Καὶ
Ἀπόλυσις
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν
Προοιμιακόν, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι', καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα
γ', πρὸς Ἦχον α', δευτεροῦντες τὸ α'. Εἶτα ε' πρὸς Ἦχον β', δευτεροῦντες πάλιν
τὸ α'.
Ἦχος α'
Πεντηκοστὴν
ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος
συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι·
Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (Δίς)
Γλώσσαις
ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν
ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Πάντα
χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν
ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε
καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.
Ἦχος β'
Εἴδομεν
τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον
Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. (Δίς)
Ἐν
τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν,
ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας,
σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ἐν
ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου
τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω
σε Κύριε.
Ἐν
ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν
σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον
Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.
Τριάδα
Ὁμοούσιον ὑμνολογήσωμεν, Πατέρα, καὶ Υἱόν, σὺν Ἁγίῳ Πνεύματι· οὕτω γὰρ ἐκήρυξαν
πάντες οἱ Προφῆται, καὶ Ἀπόστολοι μετὰ Μαρτύρων.
Δόξα... Καὶ νῦν
... Ἦχος πλ. δ'
Λέοντος Δεσπότου
Δεῦτε
λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι·
Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν
τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες
πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου
Πνεύματος, Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν
ἐν κόσμῳ, Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ
ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.
Εἴσοδος, τό,
Φῶς ἱλαρόν. Καὶ μετὰ τὸ Προκείμενον τῆς ἡμέρας, τὰ ἐφεξῆς Ἀναγνώσματα.
Ἀριθμῶν τὸ Ἀνάγνωσμα. Κεφ. ΙΑ', 16
Εἶπε
Κύριος
πρὸς
Μωσῆν·
Συνάγαγέ
μοι
ἑβδομήκοντα
ἄνδρας
ἀπὸ
τῶν
πρεσβυτέρων
τοῦ
λαοῦ, οὓς
σὺ
αὐτὸς
οἶδας, ὅτι
οὗτοί
εἰσι
πρεσβύτεροι
τοῦ
λαοῦ, καὶ
γραμματεῖς
αὐτῶν, καὶ
ἄξεις
αὐτοὺς
εἰς
τὴν
Σκηνὴν
τοῦ
Μαρτυρίου, καὶ
στήσονται
ἐκεῖ
μετὰ
σοῦ. Καὶ
καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ, καὶ ἀφελῶ ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπὶ σοί,
καὶ ἐπιθήσω ἐπ' αὐτούς, καὶ συναντιλήψομαι μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ
οἴσεις αὐτοὺς σὺ μόνος. Καὶ συνήγαγε Μωσῆς ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων
τοῦ λαοῦ, καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς Σκηνῆς. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ
ἐλάλησε πρὸς Μωσῆν, καὶ παρείλετο ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπ' αὐτοῦ, καὶ ἐπέθηκεν
ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους. Ὡς δὲ ἐπανεπαύσατο τὸ Πνεῦμα ἐπ'
αὐτούς, καὶ προεφήτευσαν ἐν τῇ παρεμβολῇ, καὶ οὐκέτι προσέθεντο. Καὶ κατελείφθησαν
δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἐλδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο
ἐπ' αὐτοὺς τὸ Πνεῦμα, καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον εἰς τὴν
Σκηνήν, καὶ προεφήτευσαν ἐν τῇ παρεμβολῇ. Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε
τῷ Μωσεῖ, καὶ εἶπεν αὐτῷ, λέγων· Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.
Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ παρεστηκὼς Μωσεῖ, ὁ ἐκλεκτὸς αὐτοῦ, εἶπε· Κύριε
Μωσῆ, κώλυσον αὐτούς. Καὶ εἶπεν αὐτῷ Μωσῆς· Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα
τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῶ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;
Προφητείας Ἰωὴλ
τὸ Ἀνάγνωσμα. Κεφ. Β', 23
Τάδε
λέγει Κύριος· Τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι
ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον,
καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ
οἴνου καὶ ἐλαίου, καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ
βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, καὶ ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα
εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου
τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου
εἰς τὸν αἰῶνα. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος
ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῇ ἔτι ὁ λαός μου
εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,
καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν,
ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς
δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
μου, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς
κάτω, αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ
σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τήν ἡμέραν Κυρίου τὴν μεγάλην, καὶ ἐπιφανῆ, καὶ ἔσται,
πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
Προφητείας Ἰεζεκιὴλ
τὸ Ἀνάγνωσμα. Κεφ. ΛΣΤ', 24
Τάδε
λέγει Κύριος· Λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν,
καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε
ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς,
καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν
τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην, καὶ τὸ πνεῦμά
μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά
μου φυλάξησθε, καὶ ποιήσητε, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν
ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.
Εἰς την Λιτήν,
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Ἐν
τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν,
ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας
σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ἐν
ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου
τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω
σε, Κύριε.
Ἐν
ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες,
ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ
πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν
... Ἦχος πλ. δ'
Ὅτε
τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων
παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις
γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ
τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι·
ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.
Εἰς τὸν Στίχον
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. β'
Ἀγνοοῦντα
τὰ ἔθνη Κύριε, τὴν τοῦ παναγίου Πνεύματος, ἐν τοῖς Ἀποστόλοις σου γενομένην δύναμιν,
τὴν ἐναλλαγὴν τῶν γλωσσῶν, μέθην εἶναι ἐνόμιζον, ἡμεῖς δὲ στηριχθέντες ὑπ' αὐτῶν,
ἀπαύστως οὕτω λέγομεν· Τὸ Πνεῦμά σου τὸ ἅγιον, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, δεόμεθα
φιλάνθρωπε.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου.
Κύριε,
τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις, τοὺς Ἀποστόλους σου ἐμφορήσασα, ἐν ἑτέραις
γλώσσαις λαλεῖν παρεσκεύασεν· ὅθεν τὸ παράδοξον, τοῖς μὲν ἀπίστοις μέθη ἐνομίζετο,
τοῖς δὲ πιστοῖς πρόξενον σωτηρίας, οὗ τῆς ἐλλάμψεως καὶ ἡμᾶς ἀξίωσον, δεόμεθα
φιλάνθρωπε.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ
ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν,
ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν
... Ἦχος πλ. δ'
Γλῶσσαι
ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν,
διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα
ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν,
ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Εὐλογητὸς
εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ
Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Ἐκ γ'
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου